Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 7 Απριλίου 2026

ΥΜΝΟΣ Πρὸς τὴν ᾿Αγνὴν Γοργοϋπήκοον Μαρίαν τὴν Θεοτόκον!!!



ΥΜΝΟΣ
Πρὸς τὴν ᾿Αγνὴν Γοργοϋπήκοον Μαρίαν τὴν Θεοτόκον
Δέσποινα, πάντων Δέσποινα καὶ πάντων ἀνωτέρα
καὶ πάντων ὑπερέχουσα, τῶν ἄνω Στρατευμάτων

*Ανασσα, πάντων Ανασσα Μητροπάρθενον κλέος
τὸ στήριγμα τῶν εὐσεβῶν, τὸ φῶς, τῆς Οἰκουμένης.

Ἡ προστασία τῶν πιστῶν, ἡ γέφυρα του κόσμου
τῶν ᾿Αποστόλων, ἡ χαρὰ καὶ τῶν ᾿Αγγέλων δόξα,
τῶν Προφητῶν ἡ Καλλονὴ καὶ τῶν δικαίων πάντων
Ελπίδα.
ὁσίων, τὸ ἀγλάϊσμα, ἁγίων

Ο Πύργος, ὁ χρυσόπλοκος, ἡ πόλις ἡ ἁγία.

Θρόνε ἡλιοστάλακτε, καθέδρα Βασιλέως
ἄσπιλε, παναμώμητε ἄφθορε, Παναγία
ἀπηλπισμένων ἡ ἐλπὶς καὶ θάλασσα πλεόντων.

Αδικουμένων βοηθὸς καὶ τῶν ὁσίων πάντων
αἰνοῦμεν εὐλογοῦμεν Σε καὶ πάντων προσκυνοῦμεν. Σε
ἔκτεινον χεῖρα κραταιὰν καὶ φύλαξον τὸν κόσμον
τοὺς ἱερεῖς εὐλόγησον, τοὺς Σὲ ἱερουργοῦντας.

Τοὺς μοναχοὺς ἐλέησον, τοὺς Σὲ ὑμνολογοῦντας
τοὺς εὐσεβεῖς χριστιανοὺς τοὺς Σὲ παρακαλοῦντας
τοὺς ἀσθενεῖς θεράπευσον, ἐν ὥρᾳ τοῦ θανάτου
τοὺς Βασιλεῖς εἰρήνευσον τοὺς ἐν τῷ παλατίῳ.

Τεῖνον ἡμᾶς ἀξίωσον ἰδεῖν τὴν Βασιλείαν
τὴν Βασιλείαν Οὐρανῶν καὶ θύραν Παραδείσου
τὴν Γέννησίν Σου προσκυνῶ, τὸν τόκον Σου, δοξάζω
καὶ Σέ, Αγία Δέσποινα, ὑμνῶ καὶ προσκυνῶ Σε.

Ψάλλε Δαβὶδ ψάλλε Μωϋσῆ, ψάλλατε ὦ προφῆται,
ψάλλε καὶ σὺ Ἰάκωβε καὶ ἀδελφὲ Κυρίου,
ψάλλε καὶ σὺ Παράδεισε μετὰ τῶν ᾿Αρχαγγέλων
ὅτι ἐφάνη σήμερον, ἰδοὺ ῾Αγιωτέρα
καὶ Πλατυτέρα Οὐρανῶν καὶ ὑπερκαθαρωτέρα.

Οταν καθήσῃ ὁ Κριτής κρίνων τὴν Οἰκουμένην
τότε ἡμᾶς βοήθησον, Δέσποινα Θεοτόκε

Χαῖρε Θρόνο πυρίμορφο τοῦ Θεοῦ,
χαῖρε Κόρη καθέδρα Βασιλική Κλίνη πορφυρόστρωτες
Χρυσοπόρφυρε θάλαμε, Χλαμὺς ἀλουργόχροε,
τιμαλφέστατον τέμενος ἀστραπιφόρον ἅρμα,
Λυχνία πολύφωτε, χαῖρε Θεοτόκε,
δωδεκάτειχε πόλις καὶ Πύλη Χρυσήλατε, καὶ παστάς.

Αγλαόμορφε Αγλαόχρυσε Τράπεζα,
Θεοδόσμητον Σκήνωμα, χαῖρε ἔνδοξε Νύμφη
ἡλιοστάλακτε, χαῖρε μόνη ψυχής μου διάσωσμα, 

ΑΜΗΝ.

Δεν υπάρχουν σχόλια: