Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Οσιον Διονύσιον τόν ̉εν ̉Ολύμπῳ
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις)
καὶ τὰ ἑξής:
Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶνΟρθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατάνύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι τοὺς ἱκέτας σου,* Διονύσιε μάκαρ,*
πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* καὶ τὸν Χριστὸν εὐμένισον, σοφέ,* σὲ
γὰρ προστάτην ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ…
̉ Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…
Τοῦ Ὀλύμπου οἰκήτωρ* Πιερίας ἀγλάισμα* καὶ τῆς ἐπωνύμου Μονῆς σου* ἱερὸν περιτείχισμα*, ἐδείχθης Διονύσιε σοφέ,* βιώσας ὥσπερ Ἄγγελος ἐν γῇ* καὶ
παρέχεις τὴν ταχεῖαν σου ἀρωγήν* τοὶς εὐλαβῶς κραυγάζουσιν˙* δόξα τῷ δεδωκότι
σοὶ ἰσχύν,* δόξα τῷ σὲ θαυμαστώσαντι,* δόξα τῷ ἐνεργούντι διὰ σοῦ πάσιν ἰάματα.
Καὶ νῦν καὶ ἀεί… Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ
διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς
γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας... 1
Τὰ γόνατα κλίνω δεητικῶς* πρὸς σέ,Αθλοφόρε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος, Διονύσιε, παράσχου* ἐμοὶ τῷ τρισαθλίῳ ἱκέτῃ σου.
Η̉ γάπησας Κτίστην ἀπὸ παιδὸς* διὸ ἐνεδύθης τὸ τριβώνιον μοναστῶν* καὶ ἔλαβες, δύναμιν ἐκ Πλάστου* τοῦ θεραπεύειν ἰώσεις, ἀνάργυρε.
Ε̉ χθροῖς τε καὶ φίλοις πάντων ἡμῶν* διὰ τῶν λιτῶν σου,* ὁ τῶν πάντων Δημιουργός,* παρέχει μετάνοιαν καὶ πίστιν* καὶ ἡμῖν, Διονύσιε, τέλη ἀνώδυνα.
Θεοτοκίον.
Παρθένε Θεόνυμφε Μαριάμ,* ἐμεῖς οἱ ἀχρείοι σοι προσπίπτομεν ταπεινῶς* καὶ σοῦ ἐπικαλούμεθα πάντες* ταῖς σαῖς πρεσβείες πρὸς Κτίστην καὶ Κύριον.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…
Οἱ ἐν θλίψεσι ὄντες, θαυματουργὲ ῞Αγιε,* εἰς σὲ καταφεύγουσι πίστει* καὶ χείρας αἴρουσι* καὶ ἐξαιτοῦσι θερμῶς* τὴν προστασίαν σου, μάκαρ,* ἣν σὺ δίδως ἅπασι,
ὦ Διονύσιε.
Α̉ νυπόκριτον πίστιν τε καί ἀταλάντευτον* παρέχει λιταῖς σου ὁ πάντων* Πλάστης καί Κύριος* διό σοι θαυμαστέ* θερμῶς προσφεύγω ὁ τάλας* ἐκζητῶν βοήθεια,* ὦ
Διονύσιε,.
Τὴν ἡμέραν λιταῖς σου χριστιανοῖς, ῞Οσιε,* παρέχει ὁ Κτίστης τελείαν* καὶ ἀναμάρτητον* διὸ ἀπαύστως πιστοὶ* οἱ ἐν ποικίλαις ἀνάγκαις* ἐξαιτοῦσιν, πάντιμε,*
τὴν μεσιτείαν σου.
1 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ
δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Θεοτοκίον.
Λυτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* σὲ καθικετεύομεν πίστει* καὶ σοῦ δεόμεθα,* Τοῦτον εὐμένησόν συ,* οὖσα αὐτοῦ ἡ Μητέρα,* ὅπως παράσχῃ
ἅπασι* τέλη ἀνώδυνα.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Διονύσιε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Ε̉ πίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ Χορός τὸ Κύριε, ἐλέησον (δωδεκάκις).
Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Τοὺς πτωχοὺς σὺ προστάτευσας* ἐν τῷ βίῳ σου, Διονύσιε ἔνδοξε,* καὶ ἡμᾶς πίστει δεόμεθα* ἐκ χειρῶν ἀλάστορος διάσωσον.
Τὴν ῾Ελλάδα προστάτευσον* ἐκ τῆς τοῦ σεισμοῦ ἀπειλῆς, Τρισόλβιε,* καὶ πιστοῖς λιταῖς σου χάρισε* ἀνεπαίσχυντα τὰ τέλη, ῞Αγιε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Διονύσιε πάντιμε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
Ε̉ κ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ κατάφεύγοντας* ὑγιείαν δίδου, Παναμώμητε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς…
Υ῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Δέομαι θερμῶς,* Διονύσιε Θεόφιλε,* σὺ τὴν μανίαν τοῦ πυρός, θαυματουργέ,* ταῖς πρὸς τὸν Κύριον ἐντεύξεσι κατάπαυσον.
Σκέδασον σοφέ,* τῶν παθῶν μου τὰ σκιρτήματα* καὶ τῷ Θεῷ σὺ αἴτει θαυματουργέ,* ὅπως ῥυσθῶμεν, τῆς αἰωνίου κολάσεως.
Θεοτοκίον.
Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν.
ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…
Τὰ τέκνα τῶν Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου,Ολύμπου τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου
ταπεινῶς,* Διονύσιε, πιστῶν καταφύγιον.
Ε̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* Διονύσιε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθά σου
ταπεινῶς,* ἡμεῖς οἱ ἀχρείοι,
πανόλβιε.
Ω῾ ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,*Ορθοδόξων οἱ χοροί, θεοφόρε, καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν, Ὅσιε πάντιμε, δεόμεθά σου ἀγαθέ, ἡμᾶς
ἐκ παθῶν καὶ κινδύνων διάσωσον.
Θεοτοκίον.
Πανάχραντε,Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς*
ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Διονύσιε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
Α῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ
Κοντάκιον. Ἦχος β´. Προστασία...
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσον σύ,
θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου·* δέχου ἡμῶν
πρεσβείαις* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* Διονύσιε σοφέ, ἰσχυρὸν* τῶνΟρθοδόξων
κατάφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22)
ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁΙησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου
Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ
ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι
αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς
αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ
Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι
γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ
ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπης με* τῶνΟρθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου
τὰ τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν
πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Θεοφόρε,* καὶ γίνου σὺ
προστάτης καὶ φρουρὸς* καὶ βακτηρία ἀκλόνητος* πάντων, Διονύσιε.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…
῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ιουδαίας...
Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, Διονύσιε,* καὶ πάντων τῶν ποθούντων* υἱοὺς καὶ θυγατέρας* ἀρωγός, διὸ κράζωσι,* χαῖρε πιστῶν ἡ χαρὰ* καὶ
δόξα μοναζόντων.
Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Διονύσιε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* καὶ ἐξαιτοῦμεν θερμῶς*
βοήθειαν, Θεόφρων.
Θελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας, πάτερ σεμνέ, δυσώπησον* ῥυσθῆναι τῶν πταισμάτων,* ψυχῆς τε μολυσμάτων,* τοὺς ἐν πίστει κραυγάζοντας·* Ὁ τῶν
Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν
αἰρετιζόντων.
ᾨδὴ η’. Τόν Βασιλέα…
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις* καὶ σαρκός τὰς ὀδύνας, Φωσφόρε,* διὸ σὲ δοξάζω ὁ τάλας, μυροβόλε.
Ε̉ κ τῶν ἀνθρώπων τὴν ἀνασφάλειαν τάχος* ὁ Πλάστης ἐκδιώκει λιταῖς σου* καὶ εἰς τὰς ψυχὰς μας ἐλπίδαν ἐμφυτεύει.
Τὴν μαρτυρίαν τοῦΙησοῦ τοῖς ἀνθρώποις* βοήθει,Αθλοφόρε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυρὸς τοῦ αἰωνίου.
Θεοτοκίον.
Τὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λιταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δοξάζομέν σε.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...
Λιταῖς σου πρὸς τὸν Κτίστην* πάντες ἐξαιτοῦμεν,* ὦ Διονύσιε μάκαρ, ἡμῶν ἡ ἐλπίς,* ὅπως παράσχῃ πιστοῖς* τὴν θείαν φώτισιν.
Α̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
Α̉ ξίωσον ἱκέτην,* κλέος τῶνΑγγέλων,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε.
Θεοτοκίον.
Ε̉ ξ ὄγκων δυσιάτων* φύλαττε, Παρθένε,* τοὺς σοῦ ἱκέτας δεόμεθα πάντες θερμῶς* καὶ ἐκ παθῶν ἐφαρμάτων* ἡμᾶς προστάτευσον.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ε̉ ν ὄρειΟλύμπῳ, θαυματουργέ,* διὰ πολλῶν ἀγώνων, ἱδρώτων καὶ προσευχῶν* ἀνήγειρας, Μάκαρ,* Μονὴν σου τὴν ῾Αγίαν* πρὸς δόξαν τῆς Τριάδος,* ὦ Διονύσιε.
Χαίροις Διονύσιε θαυμαστέ,* δόξαΟρθοδόξων καὶ Πατέρων ὁ μιμητής.* Χαίροις ὁ ποιήσας* καὶ τοῖς πιστοῖς διδάξας* τὸ θέλημα τοῦ Κτίστου,* ὦ Θεοδόξαστε.
Χαίροις τοῦΟλύμπου ὁ θησαυρὸς* καὶΟρθοδοξίας ὁ ἀδάμας ὁ ἐκλεκτός.* Χαίροις μοναζόντων τὸ πρότυπον καὶ δόξα* καὶ τῶν πιστῶν ἁπάντων* φρουρὸς ἀκοίμητος.
Πάντων τῶν νοσοῦντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις* ἀντιλήπτωρ καὶ βοηθός.* Σὺ τῆς νεολαίας* ὑπόδειγμα ἐδείχθης* καὶ τῶν ἀτέκνων, Πάτερ,* τὸ καταφύγιον.
Μονὰς σὺ ἀνήγειρας ἐπὶ γῆς* πρὸς δόξαν τοῦ ῾Υψίστου,* Διονύσιε θαυμαστέ,* διὸ καὶ ὁ Κτίστης* ἐδόξασέ σε μάκαρ,* καὶ ἰατρὸν νοσοῦντων,* πάτερ ἀνέδειξε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: ῞Αγιος ὁ Θεός, ῞Αγιος… (τρίς). Δόξα Πατρί καὶ Υἱῶ καὶ … Παναγία Τριάς,
ἐλέησον ἡμᾶς˙… Κύριε, ἐλέησον (τρίς). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ … Πάτερ ἡμῶν ὁ ἐν τοῖς
οὐρανοῖς,… ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Αμήν.
̉Εἶτα τὸ ̉̉̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…
Τοῦ Ὀλύμπου οἰκήτωρ* Πιερίας ἀγλάισμα* καὶ τῆς ἐπωνύμου Μονῆς σου* ἱερὸν περιτείχισμα*, ἐδείχθης Διονύσιε σοφέ,* βιώσας ὥσπερ Ἄγγελος ἐν γῇ* καὶ
παρέχεις τὴν ταχεῖαν σου ἀρωγήν* τοὶς εὐλαβῶς κραυγάζουσιν* δόξα τῷ δεδωκότι
σοὶ ἰσχύν,* δόξα τῷ σὲ θαυμαστώσαντι,* δόξα τῷ ἐνεργούντι διὰ σοῦ πάσιν ἰάματα.
῾Ο ῾Ιερεύς: ̉Ελέησον ἡμᾶς ὁ Θεός… μνημονεύει τὰ ὀνόματα καὶ ποιεῖ μικρὰν ἀπόλυσιν:
Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε…
῾Ο χορός: Δόξα Πατρὶ καὶ… Κύριε, ἐλέησον (τρίς), Πάτερ, ἅγιε εὐλόγησον.
Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
Δέχου παρακλήσεις ἱκετῶν,* δέχουΟρθοδόξων δεήσεις,* Διονύσιε σεμνέ,* ἄλλον γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως,
φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῞Αγιε, τῆς ῾Ελλάδος τό κλέος* ῥῦσαι
τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψεως.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, ΚύριεΙησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου