Παρακλητικός Κανών
εις τον Μεγαλομάρτυρα και Τροπαιοφόρον
Αγιον Γεώργιον
ποίημα Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος
(τετράκις) καὶ τὰ ἑξής:
Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τῷ ἀθλοφόρῳ οἱ πιστοί δεῦτε πάντες,* εὐσεβοφρόνως προσπεσόντες βοῶμεν,* Τροπαιοφόρε ἔνδοξε Γεώργιε,* ῥῦσαι τοὺς τιμῶντας σε λοιμικῆς
ἀσθενείας,* πάσης περιστάσεως* καὶ ποικίλων κινδύνων,* ταῖς πρὸς
Χριστὸν λιταῖς σου, ἀθλητά,* σὲ γὰρ προστάτην Ορθόδοξοι ἔχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ… ̉ Απολυτίκιον. Ἦχος δʹ
Ω῾ ς τῶν αἰχμαλώτων ἐλευθερωτὴς* καὶ τῶν πτωχῶν ὑπερασπιστής,* ἀσθενούντων ἰατρός,* βασιλέων ὑπέρμαχος,* Τροπαιοφόρε
Μεγαλομάρτυς Γεώργιε,* πρέσβευε Χριστῷ τῷ Θεῷ,* σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν καὶ ἀεί … Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ
ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων
δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας. 1
Πρὸς σὲ καταφεύγω δεητικῶς,* Γεώργιε μάρτυς, καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* παράσχου μοι ταύτην, θεηγόρε,* ἵνα μὴ τάχος ἀπόλλλυμαι,
ἔνδοξε.
Τὰ πάθη ἐμόλυναν τὴν ψυχὴν* ἐμοῦ τοῦ ἀθλίου* καὶ ἀχρείου, θαυματουργέ,* διὸ σοι, Γεώργιε, προσπίπτω* καὶ ἐξαιτοῦμαι βοήθειαν,
πάντιμε.
Παράσχου μοι μάρτυς, θαυματουργέ,* μετάνοιαν, πίστιν* καὶ τὸν βίον εἰρηνικόν,* ὡσαύτως μοι δὸς τῷ ἱκέτῃ* ὑπομονὴν καὶ ἀγάπην, Γεώργιε.
Θεοτοκίον.
Ε̉ νθέρμως σέ, Μῆτερ τοῦ Λυτρωτοῦ,* ἐγὼ ὁ ἀχρεῖος* ἱκετεύω γονυκλινῶς* θεράπευσον τάχος τῆς ψυχῆς μου* καὶ σώματός μου τὰ ἔλκη, Θεόνυμφε.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
1 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ
δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
2
Αἰχμαλώτων ὁ ῥύστης,* σὺ ἀληθῶς γέγονας* καὶ τῶν ὀρφανῶν, θεηγόρε,* μέγα προπύργιον.* Τῶν ἀσθενούντων ἀεὶ* καὶ τῶν πτωχῶν ὁ
προστάτης* ἀνεδείχθης, πάντιμε μάρτυς Γεώργιε.
Ι῾ κετεύω σέ, μάρτυς,* τὸν σκοτασμὸν ἅρπασον * καὶ τήν τῆς ψυχῆς ἀθυμίαν σὺ ἀποδιωξον.* Δίδου ἀπαύστως, σεμνέ,* τῷ σοὶ πιστῶς προσδραμόντι*
ὑγιείαν ἀκλόνητον,* μάκαρ Γεώργιε.
Τοῦ καρκίνου τὸ πάθος* σὺ ἀφ̉ ἡμῶν δίωξον,* τῇ σῇ κραταιᾷ μεσιτεία,* μάρτυς Γεώργιε,* καὶ δίδου πᾶσι, σοφέ,* τὴν ψυχῆς ἠρεμίαν* καὶ χαρὰν
τοῦ Πνεύματος* ἀδιατάρακτον.
Θεοτοκίον.
Ο̉ ρθοδόξων ἐδείχθης* καταφυγή, Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε,* τῶν ἀσθενοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης*
καὶ χηρῶν ὑπέρμαχος* ἀκατανίκητος.
Διάσωσον* ἐκ πάσης βλάβης ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες πρὸς σὲ ἀεὶ* πιστῶς καταφεύγομεν,* τὸν μέγαν ὁπλίτην καὶ στεφηφόρον.
Ε̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα ὁ ῾Ιερεύς: Ελέησον ἡμᾶς ὁ Θεὸς …
῾Ο Χορός: Κύριε, ἐλέησον. (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος … καὶ τὸ
Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ.
Πρεσβείαν τὴν σὴν* κατέχοντες, φιλόχριστε,* παγίδων πολλῶν* λυτρούμεθα ἱκέτες σου.*Εκτενῶς βοῶμεν σοι, ὦ Γεώργιε, τάχος
πρόφθασον* καὶ ἐκ κινδύνων ῥύσασθαι ἡμᾶς* ὁ μέγας προστάτης τῶν
τιμῶντων σε.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε...
Σὲ ἐλπίδα καὶ στήριγμα,* ὡς καὶ ἰατρὸν ἀλάνθαστον ἔχομεν,* διὸ πίστει σοι προστρέχομεν* τοῖς λειψάνοις,* ἅγιε Γεώργιε.
Τῶν παθῶν μου τὸν τάραχον* σύ, Τροπαιοφόρε,* τάχος κατάπαυσον* καὶ τὸν νοῦν μου ἀποκάθαρον* ἐκ παντοίων σκέψεων, Γεώργιε.
Σὺ τὴν γλῶσσαν μου φύλαξον* ἐκ τῆς κατακρίσεως, τρισμακάριστε,* καὶ τὸ στόμα μου διάνοιξον* τοῦ δοξάζειν* Κτίστην τὸν τοῦ σύμπαντος.
Θεοτοκίον.
Ω῏ Πανάχραντε Δέσποινα,* τὸν σὸν Υἱὸν ἀεὶ καθικέτευε,* ἵνα πάντες ἀπολαύσωμεν* παραδείσου κάλλη οἱ ἀνάξιοι.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς...
Σῶμα καὶ ψυχὴ* ὡς καὶ τὴν σὴν καρδίαν ᾄδοντας* τῷ Κυρίῳ προσήνεγκας, θαυμαστέ,* διὸ στεφάνους, Γεώργιε, παρέλαβες.
Δώρισαι ἡμῖν* τὴν ὑγείαν δεομένοις σου* καὶ τῆς ψυχῆς ὡς καὶ τοῦ σώματος ἀεί,* Τροπαιοφόρε Γεώργιε, πάντων σέμνωμα.
3
Λῦσον τὴν ἀχλὺν* τῶν πταισμάτων μου, Γεώργιε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς, Τροπαιοφόρε, μακαρίας Λύδδας βλάστημα.
Θεοτοκίον.
Ι̉ ασαι, ῾Αγνή,* τῆς καρδίας μου τὰ τραύματα καὶ τοῦ νοὸς μου, Κόρη, τὴν ἔπαρσιν* καὶ ὑγιείαν τῇ
πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον...
Παράσχου μοι ὑγιείαν καὶ ῥώμην* ὡς καὶ τὴν σὴν ἰσχυρὰν προστασίαν,* ἐκ τῆς οἰήσεως σῶσον με τάχος* καὶ ἐκ παγίδων τοῦ ὄφεως ῥῦσαι με,*
Γεώργιε μάρτυς σεπτέ,* Ορθοδόξων τὸ ἅγιον πρότυπον.
Ι̉ άτρευσον τῆς ψυχῆς μου τὸ ἄλγος* καὶ τὴν κάκωσιν τοῦ σώματος, μάρτυς,* ὡς τὸν Χριστὸν δυνατῶς ἀγαπήσας,* Τροπαιοφόρε Γεώργιε ἔνδοξε,* καὶ
δίδου μοι εὐθυπορεῖν* πρὸς ὁδοὺς τὰς εὐθείας καὶ σῶσον με.
Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι* καὶ ἀκοίμητον φρουρὸν σὲ κατέχω,* τοὺς πειρασμοὺς ἀπελαύνεις μακρόθεν,* σὺ καὶ τὰς νόσους διώκεις
ταχύτατα,* Γεώργιε θαυματουργέ,* Ορθοδόξων στεῤῥὸν κατάφύγιον.
Θεοτοκίον.
Η̉ λίου τοῦ νοητοῦ σύ, ῎Αχραντε,* ἀνεδείχθης, Θεοτόκε, μητέρα,* ὃν καθικέτευε, κόρη, ἀπαύστως* καὶ ὑπὲρ πάντων ἡμῶν ἐξευμένισον*
δεόμεθά σου, ὦ Μαριάμ,* ἵνα λάβωμεν χάριν καὶ ἔλεος.
Διάσωσον* ἐκ πάσης βλάβης ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες πρὸς σὲ ἀεὶ* πιστῶς κατάφεύγομεν,* τὸν μέγαν ὁπλίτην καὶ στεφηφόρον.
Α῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν δέησις ὑπὸ τοῦ ῾Ιερέως: Ελέησον ἡμᾶς …
῾Ο Χορός: Κύριε, ἐλέησον. (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος… καὶ τὸ
Κοντάκιον. Ἦχος βʹ. Προστασία.
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν ποιητὴν ἀμετάθετος,* μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ
πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς
δεομένων σοι·* ἅγνισον τὴν ψυχὴν μου* καὶ φύλαξόν μου τὸ σῶμα* ἀπὸ
παγίδων τοῦ ἔχθροῦ,* ἀξιάγαστε Γεώργιε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
Δίκαιος ὡς φοίνιξ ἀνθίσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)
Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Δίκαιος ὡς φοίνιξ ἀνθίσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου
Εὐαγγελίου …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰΙωάννην ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Πρόσχωμεν.
(Κεφ. ιεʹ 17-27, ιστʹ 1-2)
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
4
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμίν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν
μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ
τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ̉ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ
ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμίν· οὐκ ἔστι δοῦλος
μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου
ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμὶν
διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα
αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας
αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν
αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ καὶ ἐωράκασι καὶ
μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ̉ ἵνα πληρωθῇ ὁ λόγος ὁ
γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ
Παράκλητος ὃν ἐγὼ πέμψω ὑμὶν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ
παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ
μαρτυρεῖτε, ὅτι ἀπ̉ ἀρχῆς μετ̉ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμὶν ἵνα μὴ
σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ̉ ἔρχεται ὥρα ἵνα πᾶς
ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
῏Ηχος β´. Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦΑθλοφόρου πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου …
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπῃς με, Μεγαλομάρτυς Κυρίου,* τὸν πρὸς σε προστρέχοντα, ἀξιάγαστε·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* τῶν δαιμόνων τὰ
τοξεύματα·* σκέπην οὐ κέκτημαι,* οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος·*
πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου·* μάρτυς τοῦ
Δεσπότου* ἐλπὶς συ καὶ προστάτης τῶν πτωχῶν,* Τροπαιοφόρε Γεώργιε,*
Λύδδας ἄνθος εὔοσμον
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας...
Α̉ σθενῶν ἰατρεῖον* καὶ πτωχῶν καταφύγιον μέγα, ἔνδοξε,* σὺ ὄντως ἀνεδείχθης,* Γεώργιε παμμάκαρ, διὸ πίστει κραυγάζομεν·* ῾Ο τῶν
πατέρων ἡμῶν* Θεὸς, εὐλογητὸς εἶ.
Τῶν τυφλῶν βακτηρίαν* ὀνομάζουσι πάντες σέ, ἀξιάγαστε,* καὶ τῶν ἀβοηθήτων* βοήθειαν καὶ σκέπην·* διὸ ἅπαντες ψάλλομεν·* Χαῖρε,
πιστῶν χαρμονὴ* καὶ δόξα Ορθοδόξων.
Μ
5
οναζόντων τὸ κλέος* καὶ πιστῶν θεῖον καύχημα, πνευματέμφορε,* δαιμόνων
καθαιρέτης,* ὁ μέγας ἀνεδείχθης·* διὸ ἅπαντες ᾄδομεν·* Μεγαλο-μάρτυς
Χριστοῦ* πιστῶν χαρὰ καὶ κλέος.
Θεοτοκίον.
Α̉ ρετῶν σὺ ταμεῖον* ἀνεδείχθης, Μαρία θεοχαρίτωτε,* διὸ καὶ σὲ ὑμνοῦμεν* καὶ πίστει προσκυνοῦμεν* οἱ ἀνάξιοι ᾄδοντες·* Χαῖρε,
Παρθένε ἁγνή,* ἡ δόξα τῶν ἀγγέλων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα...
Τὸν Βασιλέα* σὺν τῷ σεμνῷ Γεωργίῳ* μοναζόντων τᾲ πλήθη αἰνεῖτε* καὶ ὑπερυψοῦτε* εἰς πάντας τοὺς αἰώνας.
Πολυχρονίαν* καὶ τὸν υἱὸν αὐτῆς πᾶσαι*Ορθοδόξων χορεῖαι ὑμνεῖτε* καὶ ὑπερυψοῦτε* εἰς πάντας τοὺς αἰῶνας.
Η῾ βιοτὴ σου* χαρᾶς πληροῖΟρθοδόξους* καὶ εὐφραίνει καρδίας ἁπάντων* τῶν τὸ ὄνομά σου φερόντων, Θεοφόρε.
Θεοτοκίον.
Τὴν ἀσθεσοῦσαν* ἐκ τῶν παθῶν τῶν ποικίλων,* Θεοτόκε, ἀθλίαν ψυχὴν μου* ἴασαι τάχος,* ἵνα μὴ ἀπολοῦμαι.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.
Γεώργιε παμμάκαρ,* καύχημα Λυδδαίων* καὶΟρθοδόξων στεῤῥὸν καταφύγιον* τοὺς προσιόντας σοι, μάρτυς,* χαρᾶς ἀξίωσον.
Σὺν τῇ σεπτῇ μητρὶ σου* ἅπασι παράσχου* σωτηριώδη μετάνοιαν, ῞Αγιε,* καὶ τοὺς τιμῶντας σε πόθῳ* δεινῶν ἀπάλλαξον.
Ε̉ κ τῆς φιλαργυρίας* καὶ τῆς φλυαρίας,* Μεγαλομάρτυς Γεώργιε, σῶσον με* καὶ τοὺς πρὸς σὲ προσδραμόντας* παθῶν ἀπάλλαξον.
Θεοτοκίον.
Ρ῾ οὴν μου τῶν δακρύων* μὴ ἀποποιήσῃς,* Θεοτόκε Παρθένε, σοῦ δέομαι* καὶ ἐκ ψυχῆς μου τὴν λύπην* τάχος διάλυσον.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
Α῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε Τροπαιοφόρε,* τὸν ἀειμακάριστον καὶ θεοκόσμητον,* καὶ προστάτην πάντων ἡμῶν.* Τὸν δεδοξασμένον
παρὰ Θεῷ* καὶ πεφιλημένονΟρθοδόξοις χριστιανοῖς,* τὸν μετὰ ἀγγέλων
Θεῷ δοξολογοῦντα* καὶ νέμοντα ἰάσεις* πᾶσι τοῖς θέλουσι.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ* καὶ τῶν ἀσθενούντων* τὸν ἀνάργυρον ἰατρόν,* τῶν ῾Ελλήνων κλέος* καὶΟρθοδόξων δόξαν,* Γεώργιον, μεθ̉
ὕμνων* πάντες τιμήσωμεν.
Φύλαττε τὸ σῶμα μου, θαυμαστέ,* ἀπὸ τοῦ καρκίνου* καὶ ἐκ νόσων παντοειδῶν,* ὡς καὶ τὴν ψυχὴν μου* ἐκ τῶν παθῶν, τρισμάκαρ,*
Γεώργιε θεόφρον,* πιστῶν ἀγλάϊσμα.
Πᾶσαν τὴν ἐλπίδα μου, θαυμαστέ,* πρὸς σὲ ἐπιῤῥίπτω* ὁ ἀνάξιος τοῦ Θεοῦ,* διὸ σοι προσπίπτω* καὶ δέομαι ὁ τάλας* τὰ τῆς ψυχῆς μου ἔλκη
τάχος θεράπευσον.
6
Δίδου μοι μετάνοιαν, θαυμαστέ* Γεώργιε μάρτυς,* ἐκκλησίας ἡ χαρμονή,* ἵνα ἀπολαύσω ὁμοῦ σὺν τῇ μητρί σου* τὴν δόξαν τοῦ Δεσπότου* ἐν ἣ
ἀγάλλεσαι.
Ω῏ Πολυχρονία θαυματουργέ,* μετὰ τοῦ υἱοῦ σου,* Γεωργίου τοῦ θαυμαστοῦ,* ῥύσατε ἱκέτας* ἐκ βλάβης καὶ κινδύνων* καὶ σώσατε λιταῖς
σας* ἐκ τῆς κολάσεως.
Μάρτυς ῾Ριψιμία θαυματουργέ,* σὺν τῷ Γρηγορίῳ* καὶ παρθένῳ Γαϊανῇ* καὶ Πολυχρονίᾳ μητρὶ Τροπαιοφόρου,* σὺν τῇ ῾Αγίᾳ Νίνᾳ* σώσατε
ἅπαντας.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ δωδεκάς,* οἱ Ἅγιοι πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,*
εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: ῞Αγιος ὁ Θεός,… (τρίς) Δόξα Πατρὶ … Καὶ νῦν… Παναγία τριάς,
… Κύριε ἐλέησον, (τρίς). Δόξα Πατρὶ… Καὶ νῦν… Πάτερ ἡμῶν, ὁ ἐν τοῖς
οὐρανοῖς,…
῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία …
Εἶτα τὸ ̉Απολυτίκιον. Ἦχος δʹ.
Ω῾ ς τῶν αἰχμαλώτων ἐλευθερωτής* καὶ τῶν πτωχῶν ὑπερασπιστής,* ἀσθενούντων ἰατρός,* βασιλέων ὑπέρμαχος,* Τροπαιοφόρε
Μεγαλομάρτυς Γεώργιε,* πρέσβευε Χριστῷ τῷ Θεῷ,* σωθῆναι τὰς
ψυ-
χὰς ἡμῶν.
῾Ο ῾Ιερεύς: ̉ Ελέησον ἡμᾶς ὁ Θεός… καὶ μνημονεύει τὰ ὀνόματα τῶν
πιστῶν καὶ ποιεῖ μκρὰν ἀπόλυσιν.
῾Ο Χορός: Δόξα Πατρὶ καὶ Υἱῷ… Καὶ νῦν καὶ ἀεὶ… Κύριε, ἐλέησον (τρίς)
Πάτερ, ἅγιε εὐλόγησον.
Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου...
Πάντων προστατεύεις ἀληθῶς* τῶν καταφευγόντων ἐν πίστει* τῇ προστασίᾳ τῇ σῇ,* ἄλλον γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν,* ἐν
ποικίλοις νοσήμασι,* ἀεὶ σὲ μεσίτην* οἱ κατακαμπτόμενοι ὑπὸ
πταισμάτων πολλῶν,* μάρτυς τοῦ Θεοῦ τοῦ ῾Υψίστου,* ὅθεν σοι
προστρέχομεν πόθῳ* πάντες οἱ Ορθόδοξοι, μακάριε.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* ΚύριεΙησοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν
7
ΕΓΚΩΜΙΑ
εἰς τὸν ἔνδοξον Μεγαλομάρτυρα
῞Αγιον Γεώργιον τὸν Τροπαιοφόρον
Στάσις αʹ. ῾Η ζωή ἐν τάφῳ.
ΔεῦτεΟρθοδόξων* οἱ χοροὶ ἐκτενῶς,* Γεωργίου τὰ μαρτύρια ἅπαντες* ἀνυμνήσωμεν γεραίροντες αὐτόν.
Α῎ νθος σὺ τῆς Λύδδας* ἀνεδείχθης, σοφέ,* τῷ Κυρίῳ σεαυτὸν ἀνατέθηκας* καὶ ἀνέθαλες καρποὺς μαρτυρικούς.
Βουληθεὶς τὰς τρίβους* τῶν μαρτύρων, σοφέ,* ἠκολούθησας αὐτῶν τοῖς ἀθλήμασι,* ὧ Γεώργιε, θαυμάτων ἡ πηγή.
Αἱ σεπταὶ εἰκόνες* ἰαμάτων πηγαὶ* ἀνεδείχθησαν, Γεώργιε ἅγιε,* καὶ ταμεῖα πολυτρόπων δωρεῶν.
Ε̉ κτενῶς δυσώπει* τῷ Κυρίῳ, σοφέ,* λυτρωθῆναι ἐκ δεινῶν περιστάσεων* τοὺς προστρέχοντας πρὸς σὲ ἱκετικῶς.
Ο῎ ρθρος τῶν μονῶν σου* φαεινὸς καὶ καὶ τερπνὸς* ἀνεδείχθησαν εἰκόνες σου, ῞Αγιε,* καὶ ταμεῖα ἰαμάτων δαψιλῶν.
Λόγους οὐχ εὑρίσκω* ἐξυμνῆσαι ὀρθῶς,* παναοίδημε Γεώργιε, ἄθλους σου* οὗς ὑπέστης ἀγαλλόμενος σεμνῶς.
Ι῎ να τὸν Σωτῆρα*Ιησοῦν μιμηθῇς* διωγμοὺς σὺ καὶ μαρτύρια ἔλαβες* ἀγογγύστως, ὦ Γεώργιε σεμνέ.
Λείψανά σου, μάκαρ,* προσκυνοῦμεν ἀεὶ* καὶ δοξάζομεν τοὺς ἄθλους σου, ἔνδοξε,* ὧ Γεώργιε, θαυμάτων ἡ πηγή.
Ε̉ ν τῷ κριτηρίῳ* στεντορίᾳ φωνῇ*Ιησοῦν σὺ ὡμολόγησας, πάντιμε,* διὸ ἔλαβες μαρτύρια πολλά.
Ε̉ ν τῷ λάκῳ χαίρων* τῆς ἀσβέστου, σεμνέ,* σὺ ἐῤῥίφθης ὑπ̉ ἀπίστων, Γεώργιε,* πλὴν οὐκ ἔπαθεν τὸ σῶμα σου οὐδέν.
Μετὰ τῶν ἀνόμων* ἐλογίσθης ποτὲ* σὺ τὸ κλέοςΟρθοδόξων, Γεώργιε,* καὶ προπύργιον ἁπάντων τῶν πιστῶν.
Ι̉ ατρὸς ἐδείχθης* νοσημάτων πολλῶν διὰ τοῦτο σοι τὰ πλήθη προσέρχονται* καὶ λαμβάνουσι ἰάσεις, ἀγαθέ.
Μετὰ τῶν ἀγγέλων*Ορθοδόξων πληθὺς* συναγάλλεται, Γεώργιε, σήμερον* καὶ αἰτεῖται τὴν βοήθειαν τὴν σήν.
8
Ε῎ χων παῤῥησίαν* πρὸς Θεὸν ἀληθῶς* καθικέτευε αὐτὸν σῶσαι ἅπαντας* ἐκ καρκίνου, ὦ Γεώργιε σοφέ.
Η῎ θλησας νομίμως* ἐν σταδίῳ, σεμνέ,* καὶ Χριστὸν μεγαλοφώνως ἐκήρυξας* καὶ ὡδήγησας τῇ πίστει σου πολλούς.
Ω῾ ς μαρτύρων κλέος* σὲ τιμῶμεν ἀεὶ*Ορθοδόξων, ὦ Γεώργιε, καύχημα* καὶ ῾Ελλήνων κατάφύγιον στεῤῥόν.
Δόξα Πατρὶ… Τριαδικόν.
Σὲ Τριὰς ῾Αγία,* ἀνυμνοῦσι πιστοὶ* καὶ αἰτοῦσιν παρὰ σοῦ θεῖον ἔλεος,* ὡς καὶ τέλη τῆς ζωῆς εἰρηνικά.
Καὶ νῦν… Θεοτοκίον.
Τοῦ Χριστοῦ μου μῆτερ,* σὲ τιμῶμεν πιστοὶ* καὶ πρὸς σε γονυκλινῶς καταφεύγομεν,* ἵνα λάβωμεν τὰς θείας δωρεάς.
Στάσις βʹ. ῎Αξιόν ἐστιν.
Α῎ ξιόν ἐστιν* ἀπονέμειν σοι τιμᾶς, θεόφρον,* τῷ ὑπὲρ Χριστοῦ παθόντι τὰ πάνδεινα* καὶ νικήσαντι τὸ κράτος τοῦ ἐχθροῦ.
Χαίρουσι ἀεὶ*Ορθοδόξων ἡ πληθύς, παμμάκαρ,* ἔχοντές σε καταφύγιον ἄτρωτον* καὶ ἀπάνεμον λιμένα, ἱερέ.
Φύλαττε ἀεὶ* τοὺς γονεῖς ὡς καὶ τὰ τέκνα, μάρτυς,* ἀπὸ πάσης νόσου καὶ θλίψεως* καὶ συντρόφευσον αὐτοῖς νυχθημερόν.
Α῎ ναρχον Θεὸν* μεσιτεία σῇ, Τροπαιοφόρε,* τάχος ἐξευμένισον, τρισμακάριστε,* ἵνα μὴ ὁ τάλας πάντων κολασθῶ.
Χαίρει οὐρανὸς* καὶ ἡ γῆ σκιρτᾶ, Τροπαιοφόρε,* βλέποντες τὰ θαύματά σου, Γεώργιε,* ἃ ποιεῖς νυχθημερὸν ἐν τοῖς πιστοῖς.
Λύδδας τὸν βλαστὸν* ἀνυμνοῦσιν οἱ πιστοὶ ἀπαύστως* καὶ προστρέχουσι αὐτῷ, ἵνα λάβωσι* τὸ ποθούμενον ἐν τάχει δαψιλῶς.
Ε῎ χουσι μοναὶ* σὲ προστάτην τε καὶ πολιοῦχον* καὶ δοξάζουσι πατέρες σὸν ὄνομα* καὶ μητέρες εἰσὶ ἔμπλεοι χαρᾶς.
Νίκας χορηγεῖς, ὦ Γεώργιε Τροπαιοφόρε, πᾶσι τοῖς πιστῶς πρὸς σὲ καταφεύγουσι* καὶ τιμῶσι ὄνομά σου τὸ σεπτόν.
Τρέμω καὶ θρηνῶ* ἐννοῶν τοῦ βίου μου τὸ πέρας* καὶ τὰς πράξεις ἃς ἀφρόνως ἐποίησα* κέκλημαί σε θεῖον πρεσβευτήν.
Κάθαρον τὸν νοῦν* ἐκ τῆς ἀκηδίας, θεοφόρε,* ὡς καὶ ἐκ τῆς οἰήσεως, μακάριε,* σὺ ὁ ἔχων παῤῥησίαν πρὸς Θεόν.
Ε῎ φριξεν ἡ γῆ* καθορῶσα τὰ μαρτύριά σου* ἃ διὰ Χριστὸν ὑπέστης, Γεώργιε,* σὺ τὸ κλέος καὶ ἡ δόξα τῶν πιστῶν.
Α῎ ναψον ταχὺ* τὴν τῆς πίστεως ἄσβεστον φλόγα,* ἵνα ὁ ἀνάξιος, ὦ Γεώργιε,* ἐν τῷ βίῳ μου πιστῶς σὲ μιμηθῶ.
Ρ῾ αίνουσι πιστοὶ* δι̉ ἀνθέων σὴν εἰκόνα, μάκαρ,* ὡς καὶ λείψανά σου, μάρτυς Γεώργιε,* τὰ παρέχοντα ἰάσεις πᾶσι δαψιλῶς.
Πᾶσαν τὴν ζωὴν* πρὸς σέ, μάρτυς, ἐπιῤῥίπτω ὄντως* καὶ αἰτοῦμαι σὴν βοήθειαν, ῞Αγιε, ἵνα τύχω βασιλείας οὐρανῶν.
9
Ε῎ χουσι χαρὰν* οἱ πιστοὶΟρθόδοξοι, φωσφόρε, οἱ πίστει καὶ πόθῳ σοι καταφεύγοντες* καὶ λαμβάνουσι τὴν χάριν δαψιλῶς.
Δόξα Πατρὶ… Τριαδικόν.
Α῎ ξιόν ἐστιν* μεγαλύνειν σε Τριὰς ῾Αγία* ἡ τὸ γένος τῶν ἀνθρώπων ποιήσασα* καὶ λυτρώσασα αὐτὸ ἐκ τῆς φθορᾶς.
Καὶ νῦν… Θεοτοκίον.
Α῎ ξιόν ἐστιν* μεγαλύνειν τὴν Χριστοῦ Μητέρα* τὴν τὸ γένος τῶν ἀνθρώπων λυτρώσασαν* καὶ παρέχουσα ἰάσεις τοῦς πιστοῖς.
Στάσις γʹ. Αἱ γενεαὶ…
Αἱ γενεαὶ νῦν πᾶσαι, Γεώργιε τρισμάκαρ,* προσφέρουσί σοι ὕμνους.
Γεώργιε θεόφρον,* ἀπάλλαξον ἐκ λοίμης* χοροὺς τῶν Ορθοδόξων.
Οὐ θέλω σιωπῆσαι, Γεώργιε, τὸ πλῆθος,* ἃ συντελεῖς θαυμάτων.
Ιάσεων ὑπάρχεις* ἀδάπανον ταμεῖον,* κλεινὲ Τροπαιοφόρε.
Ε̉ ξήνθησας τὸ πάλαι,* σοφὲ Τροπαιοφόρε,* ἐν τῇ Καππαδοκία.
Τοῦ βασιλέως κόρην* τοῦ δράκοντος ἐξείλου,* Γεώργιε, τὸ πάλαι.
Νοσοῦντας θεραπεύεις* καὶ πάσχοντας, φωσφόρε* Γεώργιε, ταχέως.
Προπύργιον ὑπάρχεις* πασῶν τῶν μοναζόντων,* Γεώργιε θεόφρον.
Πηγὴ θαυμάτων ὤφθη,* Γεώργιε τρισμάκαρ,* ἡ ἱερὰ εἰκὼν σου.
Τῶν μοναστῶν τὸ πλῆθος* ἐν πόθῳ σὲ ὑμνοῦσι,* Γεώργιε φωσφόρε.
Μεγαλομάρτυς, πάντας* τοὺς σοὶ καταφυγόντας* παράσχου τὰς αἰτήσεις.
Α̉ παύστως ἐκδυσώπει,* Γεώργιε, τὸν Κτίστην * ὑπὲρ τῶν ἱκετῶν σου.
Δόξα Πατρὶ… Τριαδικόν.
Τριὰς ῾Αγία σῶσον* ἐκ πλάνης καὶ κινδύνων* ἱκέτας, Γεωργίου.Καὶ νῦν… Θεοτοκίον.
Πανάχραντε Μαρία* μετὰ τοῦ Γεωργίου,* χαρὰν δωρήσατέ μοι.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου