Τῇ Δευτέρᾳ Κυριακῇ τοῦ Ματθαίου, μνήμην ἐπιτελοῦμεν πάντων τῶν Ὁσίων Πατέρων, τῶν ἐν τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθω λαμψάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις πάντων τῶν ἐν Παλαιστίνῃ, ἤτοι τῇ Ἁγίᾳ Γῇ, διαλαμψάντων Ἁγίων τῆς Παλαιᾶς καί τῆς Καινῆς Διαθήκης, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Μαρτύρων, Ὁμολογητῶν, Κηρύκων Εὐαγγελιστῶν Ἐγκρατευτῶν ἐπωνύμων καί ἀνωνύμων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ἐπιτελοῦμεν πάντων τῶν ἐν Ῥωσίᾳ διαλαμψάντων Ἁγίων
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις πάντων τῶν ἐν Ρουμανίᾳ διαλαμψάντων Ἁγίων
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις πάντων τῶν ἐν Βουλγαρίᾳ Ἁγίων
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις πάντων τῶν ἐν Ἀμερικῇ Ἁγίων
Τῇ αὐτῇ ἡμέρᾳ, ὡσαύτως, σύναξιν ἐπιτελοῦμεν πάντων τῶν ἐν τῇ νήσῳ Λέσβῳ διαπρεψάντων Ἁγίων·
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν τῇ Ἠπείρῳ διαλαμψάντων Ἁγίων· Μαρτύρων, Ἱεραρχῶν καὶ Ὁσίων, τῶν ἐξ αὐτῆς καταγομένων καὶ τῶν ἀλλαχόθεν ἐν αὐτῇ ἀγωνισθέντων καὶ τελειωθέντων.
Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις πάντων τῶν Ἁγίων, τῶν ἐν τῇ νήσῳ Πάτμῳ διαλαμψάντων
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιούμεθα τῶν δώδεκα Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν, τῶν διαλαμψάντων ἐν ταῖς Ἱεραῖς Μοναῖς Βαθέως Ῥύακος, Μηδικίου, Πελεκητῆς καὶ Χηνολάκκου, ταῖς οὔσαις ἐν τῇ περιοίκῳ τῆς ἐν Βιθυνίᾳ Τριγλίας. ὧν τὰ ὀνόματα· Βασίλειος, κτίτωρ Βαθέως Ῥύακος,Ἰγνάτιος δὲ, Λουκᾶς, Μᾶρκος καὶ Στέφανος ἡγούμενοι αὐτῆς· Μηδικίου· Νικήτας καὶ Νικηφόρος, Πελεκητῆς· Θεοστήρικτος, Μακάριος, Ἱλαρίων, Χηνολάκκου· Στέφανος, ὁ καὶ κτίτωρ αὐτῆς, καὶ Μεθόδιος μοναχὸς αὐτῆς, ὁ μετέπειτα Πατριάρχης Κωνσταντινουπόλεως
Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τῶν ἐν τῇ κατὰ τὴν Βέῤῥοιαν Ἱερᾷ Σκήτῃ τοῦ Τιμίου Προδρόμου Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν τῶν ἀσκήσει διαλαμψάντων, ἤτοι· Γρηγορίου τοῦ Παλαμᾶ καὶ Θεωνᾶ Ἀρχιεπισκόπων Θεσσαλονίκης, Ἀντωνίου τοῦ νέου, Θεοφάνους τοῦ ἐν Ναούσῃ, Ἀθανασίου τοῦ Μετεωρίτου, Νικάνορος τοῦ θαυματουργοῦ, Διονυσίου τοῦ ἐν Ὀλύμπῳ καὶ Κοσμᾶ τοῦ Αἰτωλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τῆς ἐν Καρυαῖς τῆς Χίου εἰκόνος τῆς Παναγίας τῆς καλουμένης Ἀρβανιτίσσης.
Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις ἐν Σερβίοις Κοζάνης τῆς ἁγίας Θεοδώρας, βασιλίσσης Ἄρτης.
Τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζομεν τὴν σύναξιν τῶν ἐν Πεκίνῳ μαρτυρησάντων Κινέζων Ὀρθοδόξων χριστιανῶν κατὰ τὴν γενομένην τῷ ἔτει 1900 ἐπανάστασιν τῶν Μπόξερς.
https://iconandlight.wordpress.com/

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου