Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις πάντων τῶν Ὁσίων Πατέρων, τῶν ἐν τῇ Σκήτῃ τῆς Ἁγίας Ἄννης τοῦ Ἄθω διαλαμψάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, Γ´ Κυριακῇ τοῦ Ματθαίου, μνήμην ἐπιτελοῦμεν τῶν ἑνδεκαρίθμων Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν τῷ Ἱερῷ Κοινοβίῳ τοῦ Ὁσίου Διονυσίου τοῦ Ἄθω διαλαμψάντων, Ὁσίων μὲν πέντε· Διονυσίου, Νήφωνος, Δομετίου, Λεοντίου καὶ Φιλοθέου, Ὁσιομαρτύρων δὲ ἑτέρων ἕξ· Μακαρίου, Ἰωάσαφ, Χριστόφορου, Ἰωσήφ, Γενναδίου καὶ Παύλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ Γ´ τοῦ Ματθαίου, μνήμην ἐπιτελοῦμεν τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἐσφιγμένου διαλαμψάντων· Ἀθανασίου πατριάρχου Κωνσταντινουπόλεως, Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ· τῶν Ὁσίων, Ἀντωνίου τοῦ Ῥώσου, Δαμιανοῦ, Ἰακώβου καὶ Δομετίου· Ἀγαθαγγέλου και Τιμοθέου τῶν Ὁσιομαρτύρων· ἔτι δὲ καὶ τῆς μακαρίας καὶ Ἁγίας βασιλίδος Πουλχερίας τῆς παρθένου, ὡς κτιτορίσσης
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις Πάντων τῶν ἐν Μεγάλῃ Βρετανίᾳ Ἁγίων
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου