Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 2 Μαΐου 2025

Παρακλητικός Κανών εις τον Νεομάρτυρα Ευγένιον Ροντιόνωφ τον Ρώσον

 





Νεομάρτυς Εγένιος Ροντιόνωφ ὁ῾Ρσος

 

(23 Μαΐου)

 

Νεομάρτυς Εὐγένιος Ροντιόνωφ ἦ­ταν στρατιώτης στὸν πρῶτο πόλεμο τῆς Τσετσε­νίας. Συνελήφθη ἀπὸ τσετσένους ἀντάρτες, βασανίστηκε καὶ σφάχτηκε σὰν ἀρνί ὅταν ἀρ­νήθηκε νὰ γίνει μουσουλμάνος καὶ νὰ πολε­μήσει ἐναντίον τῆς ΡωσίαςΜαρτύρησε τὸ 1996 τὴ μέρα ποὺ γι­νόταν 19 ἐτῶν. Παρόλο ὅτι δὲν μεγάλωσε σὲ εὐσεβὲς περιβάλ­λον δὲν ἀποχωριζόταν ποτὲ τὸν μικρὸΣταυρὸ ποὺ τοῦ χάρισε ἡ γιαγιά του. ̉Απὸ αὐτὸ τὸν σταυρὸἀναγνώρισε ἡ μητέρα του τὸ σῶμα του ποὺ κειτόταν σὲἕναν ὁμαδικὸ τάφο μαζί μὲἄλλους συστρατιῶτες του. ῾Η κομμένη κεφαλὴ του εἶχε ταφεῖἀπὸ τοὺς ἰσλαμιστὲς  ἀλλοῦ. ῾Η μητέρα του ἄρχισε νὰ ψάχνει γιὰ νὰ βρεῖ τὸ γιὸ της μόλις ἔμαθε ὅτι ἦταν αἰχμάλωτος στὰ μέσα Φεβρουα­ρίου τοῦ 1996 καὶἐπὶ 9 συνεχεῖς μῆνες. ῞Οτι ἦταν νεκρὸς τὸ ἔμα­θε τὸν Σεπτέμβριο τοῦ 1996. Τότε ἔβαλε ὑποθήκη τὸ σπίτι της  στὴ Μόσχα γιὰ νὰἐξασφαλίσει χρήματα, ἀπαραίτητα γιὰ τὶς συναλλαγὲς μὲ τοὺς ἀντάρτες καὶἄρχισε νὰ ψάχνει τὸν τόπο ποὺἐτάφη ὁ γιὸς της.̉Απὸ τὴν ἀρχὴ τῆς ἀναζήτησης της ἦλθε σὲἐπαφὴ μὲ τοὺς ἰσλαμιστές,ταλαιπωρήθηκε πολὺ καὶἀπειλή­θηκε ἡ ζωὴ της ἀλλὰ τελικὰ κατάφερε νὰ μιλήσει μὲ τὸν ἴδιο τὸν φονιὰ  τοῦ γιοῦτης. Αὐτὸς τῆς εἶπε ὅτι ὁ Εὐγένιος εἶχε τὴ δυνα­τότητα νὰ σώσει τὴ ζωὴ του ἀλλὰἀρνήθηκε νὰ βγάλει τὸν Σταυρὸ του καὶ νὰ γίνει μουσουλμάνος κι ὅτι  προσπάθησε νὰ δραπετεύσει. ῾Η μητέρα ἀρνεῖτο νὰ πιστέψει ὅτι ὁ γιὸς της δὲν ζεῖ, ἀκόμα κι ὅταν ἀναγνώρισε τὶς μπότες του κατὰ τὴν ἐκταφή. ῞Οταν εἶδε ὅμως τὸν Σταυρὸ του στὸἀκέφαλο σῶμα του δὲν ἄ­ντεξε καὶ λιποθύμησε.Τέλος κατάφερε καταβάλλοντας «λύ­τρα» νὰ  τῆς ἐπιτρέψουν νὰ  πάρει τὰσώματα τοῦ Εὐγένιου καὶ τῶν συντρόφων τουκαὶ νὰ τὰ μεταφέρει στὴ Μόσχα ὅπου ἔγινε ἡ κηδεία τους.

 

Παρακλητικς Κανν

 ες τν Νεομάρτυρα Εγένιον Ροντιόνωφ τν Ρσον

Ποίημα τοῦ διδασκάλου κ. Γεωργίου Θ. Μηλίτση

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

 

῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ… Ἦχος δ´.

Τ

ὸν στρατιώτην τοῦ Χριστοῦ δεῦτε πάντες* τῶν  ̉Ορ­θοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατα­νύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, ὦ Εὐγένιε,* τῆς  ̉Εκκλησίας τὸ εὖχος,* ἡμᾶς τοὺς σοὶ προστρέχο­ντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ,* σὺ τῆς ῾Ρωσίας ἀνθὸς ὁ μυρίπνοος.

 

Δόξα Πατρὶ…

 ̉ Απολυτίκιον. Ἦχος γʹ. Τῆς ἐρήμου πολίτης.

Τ

ῆς ῾Ρωσίας τὸν γόνον* ̉Ορθοδόξων τὸ καύχη­μα,* τῶν Νεομαρτύρων τὸ κλέος* καὶ πιστῶν τὸ ἀγλά­ϊσμα,* Εὐγένιον, ὑμνήσωμεν πιστοί,* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,*  τὸν παρέχοντα ἰάσεις παντοδα­πᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσα­ντι Χριστῷ,* δόξα τῷ σὲ ἀναδείξαντι* πά­ντων τῶν νό­σων ἰατρὸν* ἀνάργυρον, πανεύφημε  

 

Καὶ νῦν…  Θεοτόκιον.

Ο

ὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέ­ρους;* Οὐκ  ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς  γὰρ  δού­λους  σώζεις ἀε* ἐκ παντοίων δεινῶν.

 

῾Ο Νʹ (50ος) Ψαλμός καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

 

δὴ α´. Ὺγράν διοδεύσας…

Π

ροσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σὲ Νεομάρ­τυς* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παρά­σχου σῷ ἱκέτῃ* καὶ ἐκ παγίδων τοῦ ὄφεως ῥῦσαι με.

 

Τ

ὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σ ὁ ἀχρεῖος καὶ αἰτοῦμαι σὴν ἀρωγήν,*  ἣν τάχος παράσχου Νέο­μάρτυς,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.

 

Φ

ιλάνθρωπον Κύριον καὶ Θεὸν* ἡμῶν τῶν ἀνθρώ­πων* καθικέτευε ἐκτενῶς* δεόμεθα πίστει, Νεο-μάρτυς,* ὅπως ῥυσθῶμεν ἐκ νόσων καὶ θλί­ψεων.

 

Θεοτόκιον.

Χ

αῖρε, Πανάχραντε Μαριάμ,*  ̉Αγγέλων ἡ δόξα* καὶ ἀνθρώπων ἡ χαρμονή,* δεόμεθά σου ἀπαύ­στως  οἱ ἀχρείοι,* ὑπὲρ ἡμῶν τὸν Υἱὸν Σου, ἱκέτευε.

 

δὴ γ´. Οὐρανίας ἁψῖδος ...

Τ

οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀ­γρούς, Νεομάρτυς, καὶ οἰκίας* σὺ διαφύλα­ξον,* ἵ­να ὑμνοῦμεν σὲ* τὸν τοῦ Χριστοῦ στρατιώ­την* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον. 

 

Ο

̉ ρθοδόξων τὰ τέκνα* καλῶς διαφύλαττε* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* ταῦτα σὺ τήρησον,* ἵνα πορεύ­ονται* ἐν τῇ ὁδῷ   τοῦ Κυρίου* καὶ  Αὐτὸν  δοξά­ζουσι* διὰ τοῦ βίου των.  

 

Ε

̉ κκλησίας ποιμένας* ταῖς σαῖς λιταῖς φύλαττε* ἐκ τῶν τοῦ ἐχθροῦ τὰς παγίδας* καὶ τὰ προσκόμμα­τα·* τὰς ἐπιθέσεις δὲ* τῶν κακοτρόπων ἀνθρώπων* διάλυσον ἅπαντες* σὲ ἱκετεύομεν. 

 

Θεοτοκίον.

Ε

̉ κ τροχαίου, Παρθένε,* σὺ διαφύλαττε* πάντας τοὺς προστρέχοντας πόθῳ* τῇ προστασίᾳ Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή,* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστν δοξάζοντας,* Θεομακάριστε.  

 

Δ

ιάσωσον* ἀπὸ κινδύνων, Εὐγένιε, σοῦ ἱκέτας* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύγο­μεν* τὸν μέ­γαν τῶν ̉Ορθοδόξων προστάτην.

 

Ε

̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Δέησις καὶ τὸ Κάθισμα.Ἦχος β´. Πρεσβεία θερμή...

Σ

ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος τὸ ἀπόρθητον,* ἐλέ­ους πηγὴ* καὶ πιστῶν καταφύγιον,* ἐκτε­νῶς βοῶ­μεν σοι,* Νεομάρτυς Χριστοῦ Εὐγένιε, πρόφθα­σον*  καὶ παράσχου ἀκλινὴν* ὑγείαν τοῖς σοι πί­στει προ­σφέγουσι.

 

δὴ δ´. Εἰσακήκοα Κύριε...

Ο

̉ ρθοδόξους προστάτευσον,* Νεομάρτυς Εὐγέ­νιε Θεοδόξαστε,*καὶ δεόμεθά σου φύλαττε* ἐκ τῆς ἀνεργίας τοὺς ἱκέτας σου.

 

Τ

ὴν νεότητα φύλαττε* θερμῶς ἱκετεύομεν οἱ ἀνάξι­οι* ἐκ παγίδων τοῦ ἀλάστορος,* Νεομάρ­τυς ἔνδοξε Εὐγένιε.

 

Ε

̉ κ τῶν ὄγκων θεράπευσον* ἡμᾶς τοὺς σοι προσπί­πτο­ντας, μακάριε,* καὶ εἰρήνης καταξίω­σον*  ̉Ορ­θοδόξους χώρας,* χριστοφώτιστε.

 

Θεοτοκίον.

Θ

εοτόκε Πανάχραντε,* τὸν Υἱὸν Σου πάντες σε ἱκε­τεύομεν* ἐξευμένησον καὶ πράϋνον* καὶ ἡ­μᾶς σω­θῆναι καταξίωσον.

 

δὴ ε´. Φώτισον ἡμᾶς...

Σ

τήριξον ἡμᾶς* ἐν τῇ πίστει, ἱερότατε,* καὶ τεθλιμέ­νους παραμύθησον* τοὺς πρός σε πόθῳ καταφεύ­γοντας.

 

Ε

῎ λεος αἰτῶ* καὶ εἰρήνην, ἀξιάγαστε,* καὶ σὲ προ­βάλλω πρέσβυν πρὸς Θεόν,* ὃν ἐξευμένι­σον, Νέομάρτυς Εὐγένιε.

 

Α

῎ ναρχον Θεὸν* ἐξευμένησον, Εὐγένιε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ἵνα δο­ξάζω σε, Μαρτύρων ἀκροθίνιον.

 

Θεοτοκίον.

Χ

αῖρε, Μαριάμ,* Θεοτόκε  ̉Αειπάρθενε,* ὃν ἐγέννη­σας  Χριστὸν  διὰ  παντὸς* μὴ  ἐλλείπῃς, ἐκμειλίτ­τουσα ἱκέτας Σου.

 

δὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Ε

̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε* τὸν ἱκέτην σου, Εὐγένιε μάρτυς,* καὶ ἐκ ποικίλων παγίδων ἀπαύ­στως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* σοῦ δέ­ομαι γονυκλινῶς* ὁ ἀχρεῖος καὶ δόλιος, πάντιμε.

 

Σ

τειρώσεις τῶν γυναικῶν, Εὐγένιε,* θεραπεύει λι­ταῖς σου ὁ Κτίστης* καὶ ταῖς ἀτέκναις παρέ­χει τα­χέως* τέκνα, χαράν, ὑγιείαν καὶ δύναμιν˙* διὸ σὺν σοι, μάρτυς, πιστοὶ* ἀνυμνοῦσι, Χριστὸν τὸν Δομήτο­ρα. 

 

Δ

ιστάζω τούς οὐρανούς, μακάριε,* ἀτενίσαι ὁ ἀ­χρεῖος καὶ τάλας,* ὅτι ἐποίησα πάντα προθύ­μως* ἃ ὁ σατὰν μὲ ὑπέδειξε, ἅγιε,* διὸ σοι προσπί­πτω θερ­μῶς* καὶ αἰτῶ σαῖς πρεσβείαις, ὁ ἄθλιος.

 

Θεοτοκίον.

Α

̉ παύστως σὲ ἱκετεύω ὁ τάλας* μὴ παρίδης σὸν ἱκέ­την, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλί­ῳ* ὑ­πομονὴν καὶ ταπείνωσιν δέομαι* καὶ δίδου μοι εὐθυ­πορεῖν* πρὸς ὁδοὺς τοῦ Υἱοῦ Σου, Θεό­νυμφε.

 

Δ

ιάσωσον* ἀπὸ κινδύνων, Εὐγένιε, σοῦ ἱκέτας* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύγο­μεν* τὸν μέ­γαν τῶν  ̉Ορθοδόξων προστάτην.

 

Α

῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως*  ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως

῾Ο χορός: Κύριε, ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος… καὶ τὸ

 

Κοντάκιον.  Ἦχος βʹ. Προστασία...

Σ

ὺ προστάτης τῶν ̉Ορθοδόξων ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Πλαστουργὸν ἀμετάθε­τος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλ­λὰ πρό­φθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡ­μῶν* τῶν πιστῶς δεομένων σοι˙* δέχου τὰς παρα­κλήσεις*  καὶ  σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ προστάτης θερμός,* Νέο­μάρτυς, τῶν τιμῶντών σε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Δ

ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.  (δίς)

 

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

 

Δ

ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι …

Οχορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ ̉Ιωάννην.(Κεφ. ιεʹ 17-27, ιςʹ 1-2)

῾Ο χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

 

Ε

ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ ταῦτα ἐντέλ­λομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κό­σμος ὑ­μᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίση­κεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδι­ον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελε­ξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑ­μᾶς ὁ κό­σμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶ­πον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐ­δίωξαν, καὶ ὑμᾶς διώξουσιν˙ εἰ τὸν λόγον μου ἐτή­ρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσου­σιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴ­δασι τὸν πέμψα­ντά με. Εἰ μὴ ἦλθον καὶ ἐλά­λησα αὐ­τοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁ­μαρ­τίας αὐτῶν. ῾Ο ἐμὲ μισῶν καὶ τὸν πατέ­ρα μου μι­σεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πε­ποίη­κεν, ἁμαρτίαν οὐκ εἶ­χον˙ νῦν δὲ καὶ ἑω­ράκασι καὶ με­μισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου.  ̉Αλλ' ἵνα πλη­ρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νό­μῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλη­τος, ὃν ἐγὼ πέμ­ψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀ­ληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύε­ται, ἐκεῖ­νος μαρτυρή­σει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρ­τυρεῖτε, ὅτι ἀπ' ἀρ­χῆς μετ̉ ἐμοῦ ἐστε. Ταῦτα λελάλη­κα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. ̉Αποσυναγώγους ποιήσουσιν ὑ­μᾶς˙ ἀλλ̉  ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λα­τρείαν προσφέρειν τῷ Θεῷ.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

αῖς τοῦ Εὐγενίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν καὶ ἀεὶ…

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην ἀποθέμενοι...

Μ

ὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστάτα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλι­νῶς αἰ­τοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶ­μα* καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυ­σίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν πε­ρικέ­κλεισμαι καὶ παρηγορίαν οὐκ ἔχω πλήν σου,* Εὐγένιε μάρτυς,* προπύργιον ἁπάντων τῶν πιστῶν* καὶ τῆς νεό­τητος, ἔνδοξε,* φρουρὸς ὁ ἀκοίμητος.

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου...

῾Ο Χορός:Κύριε ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς...

῾Ο Χορός: ̉Αμήν.

 

δὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Τ

ὸν Χριστὸν ἀπὸ βρέφος* σὺ ἠγάπησας, ἀθλοφόρε Εὐγένιε,* διὸ καὶ τὸν Σταυρὸν Του* στὸν τράχη­λόν σου ἔσχες* καὶ αὐτὸν καθομολόγησας* εἰς τοὺς ἀπί­­στους στεῤῥῶς* καὶ μάρτυς ἀνεδείχθης.

 

Γ

υναικῶν ἀτεκνίαν* θεραπεύεις ταχέως,* πανευω­δέστατε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγατέ­ρας* πρὸς σ σπεύδουσι ᾄδουσαι˙* Χαῖρε, πι­στῶν ἡ χαρὰ* καὶ τῆς ῾Ρωσίας δόξα.

 

Ε

̉ ργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης,* Εὐ­γένιε ἔνδοξε,* καὶ τούτοις σὺ παρέχεις* ὑγεί­αν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεῖα Χρι­στοῦ* πρὸς δόξαν τοῦ Δεσπότου.

 

Θεοτοκίον.

Μ

ητροπάρθενε Κόρη,* σὸν Υἱὸν καθικέτευε σοῦ δε­όμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ σὲ δοξολο­γοῦντων* καὶ ἁπαύστως βοῶντων σοι˙* Χαῖ­ρε, λι­μὴν ἀσφαλὴς* ἡμῶν τῶν ̉Ορθοδόξων.

 

δὴ ηʹ. Τὸν Βασιλέα…

Τ

ὸν Βασιλέα καὶ Ποιητὴν ἐκδυσώπει* τοῦ δοθεῖ­ναι ἱκέταις  εἰρήνην,* ἵνα  σὺν ̉Αγγέλοις*  δοξάζω­μεν Τριάδαν.

 

Ε

λλήνων χώρα* ἐκ τῶν κυκλοῦντων ἐχθρῶν της* σὺ προστάτευσον, μάρτυς, λιταῖς σου* καὶ πᾶσι παράσχου* εἰρήνην καὶ γαλήνην.

 

̉Α

δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν παρέχει, μάρτυς. 

 

Θεοτοκίον.

Τ

ὴν Θεοτόκον* τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυ­μνοῦσι ἁπαύστως βοῶντες˙* Χαῖρε, Θεομῆτορ,* πι­στῶν χαρὰ καὶ κλέος.

 

δὴ θʹ. Κυρίως Θεοτόκον...

Θ

εράπευσον τὰ πάθη,* τὰς ἀδυναμίας* καὶ τῆς ψυ­χῆς μου τὰ ἔλκη, σεμνέ˙* ἵνα ἁπαύστως δοξαζω* σέ, παναοίδιμε.

 

Μ

ετάνοιαν οὐκ ἔχω* διὸ καὶ πτοοῦμαι* καὶ κατά­φεύγω τῇ σκέπῃ σου, ἔνδοξε,* ἣν σὺ ταῖς λι­ταῖς σου  παράσχου,* μάρτυς Εὐγένιε.

 

Π

αράσχου σῷ ἱκέτῃ* πίστιν καὶ ἀγάπην* ὡς καὶ ἐλ­πίδαν, Εὐγένιε πάντιμε,* καὶ τοῖς νοσοῦσι σὺ δί­δου* ὑγείαν, ἔνδοξε. 

 

Θεοτοκίον.

Η

μᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεομακάριστε.

 

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

Α

ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν   Λόγον   τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

 

Χ

αίροις Νεομάρτυς, τοῦ ̉Ιησοῦ˙* ῾Ρωσίας κλέος* καὶ ῾Ελλήνων καταφυγή.* Χαίροις τῶν νοσού­ντων* ἀ­νάργυρος θεράπων,* Εὐγένιε τρισμάκαρ,* πι­στῶν τὸ στήριγμα.

 

Δ

ιὰ τὴν ἀγάπην τοῦ ̉Ιησοῦ* διωγμοὺς ὑπέστης* καὶ μαρτύρια πολλαπλά˙* σὺ καὶ τὴν ζωὴν σου* προ­σέφερες τῷ Κτίστῃ* διὸ σὺν τοῖς ̉Αγγέλοις* νῦν κα­τευφρένεσαι. 

 

Π

άντες οἱ  ̉Ορθόδοξοι, θαυμαστέ,* Εὐγένιε μάρ­τυς* σου δεόμεθα ταπεινῶς˙* καὶ πόθῳ αἰτοῦ­μεν* χα­ρὰν τε καὶ εἰρήνην* ἃ ἅπασι, ὁ Κτίστης,* πα­ρέχει, ἔν­δοξε.

 

Δ

ύναμιν ἀντλοῦσι Χριστιανοὶ* προσπίπτοντες πό­θῳ* πρὸ εἰκόνος σου τῆς σεπτῆς,* Εὐγένιε μά­καρ,* τῶν ὀρφανῶν προστάτα* καὶ πάντων τῶν ἐν θλίψει* τὸ παραμύθιον.

 

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

 

῾Ο Χορός:῞Αγιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός,... (τρίς).Δό-ξα Πατρὶ καὶ Υἱῶ καὶ... Παναγία Τριάς, ἐλέησον ἡμᾶς˙...,  Κύριε, ἐλέησον (τρίς). Δόξα Πατρὶ καὶ Υἱῶ καὶ... Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,...

 

῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν ἡ βασιλεία…

Ὁ Χορός:  ̉Α­μήν.  

Καὶ τὸ  ̉Απολυτίκιον. Ἦχοςγʹ. Τῆς ἐρήμου πολίτης.

Τ

ῆς ῾Ρωσίας τὸν γόνον* ̉Ορθοδόξων τὸ καύχη­μα,* τῶν Νεομαρτύρων τὸ κλέος καὶ πιστῶν τὸ ἀγλάϊ­σμα,* Εὐγένιον, ὑμνήσωμεν πιστοί,* τὸν νέον τοῦ Σω­τῆρος ἀθλητήν,*  τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοὺς πίστει ἀνακράζοντας·* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ ἀναδείξαντι* πά­ντων τῶν νόσων ἰατρὸν* ἀνάργυρον, πανεύφημε  

 

Δέησις ὑπό τοῦ ῾Ιερέως καί ἐνμικρὰ ἀπόλυσις.

῾Ο χορός: Δόξα Πατρὶ... καὶ νῦν καὶ ἀεὶ... Κύριε, ἐλέησον, (τρίς) Πά­τερ, ἅγιε εὐλόγησον.

Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς ἱερὰς εἰκόνας  ψάλ­λομεν:

 

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Δ

έχου παρακλήσεις ἱκετῶν,* δέχου ̉Ορθοδόξων δε­ήσεις* ὦ, Νεομάρτυς Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῞Αγιε Εὐγένιε, σπεῦσον* ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψε­ως.  

 

῏Ηχος πλ. δʹ.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου*  καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης  καὶ θλίψεως.

 

῏Ηχος βʹ.

Τ

ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δ

ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

̉ Αμήν.

 

 

 

 

 



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…,  Καὶ νῦν…

Δεν υπάρχουν σχόλια: