Νεομάρτυς Νικόλαος ὁ ἐκ Μετσόβου
Παρακλητικὸς Κανὼν
εἰς τὸν Νεομάρτυρα
Νικόλαον τὸν ἐκ Μετσόβου
καὶ ἐν Τρίκκῃ τῇ Θετταλικῇ ἀθλήσαντα
ποίημα
Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸΚύριε εἰσάκουσον,
μεθ̉ ὃ τὸΘεὸς Κύριος
(τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος
δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
|
Τ |
ῷ
Νεομάρτυρι Χριστοῦ, Νικολάῳ* ἐν κατανύξει οἱ πιστοὶ
δεηθῶμεν* καὶ αὐτῷ βοήσομεν ἐκ βάθους ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχοντας, λοιμικῆς ἀσθενείας,* πάσης
περιστάσεως καὶ ποικίλων κινδύνων,* ταῖς πρὸς Χριστὸν λιταῖς σου
θαυμαστέ,* σὺ εἶ Τρικκαίων προστάτης ἀνύστακτος.
Δόξα Πατρὶ ... Τὸ ̉Απολυτίκιον ῏Ηχος α’.
Τῆς ἐρήμου…
|
Τ |
ῶν Τρικάλων τὴν δόξα καὶ Μετσόβου τὸ
κλέϊσμα,* Βαρλαὰμ τὸν προστάτην καὶ φρουρὸν τὸν ἀκοίμητον,* Νικόλαον ὑμνήσωμεν
πιστοὶ* τὸν νέον στρατιώτην τοῦ Χριστοῦ,* ὃς πρεσβεύει τῇ Τριάδι ὑπὲρ ἡμῶν* διὸ
πάντες βοήσομεν˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δόξα
τῷ δωρησαμένῳ σὲ ἡμῖν* φρουρὸν ἀκοίμητον.
Καὶ νῦν
καὶ ἀεὶ ... Θεοτοκίον.
|
Ο |
ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·*
εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύνων;*
Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς
γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ
Κανόνος.
ᾨδὴ αʹ. Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας …
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Π |
ροσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σέ, Νεομάρτυς*
καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν δίδου ἀπαύστως
σῷ ἱκέτῃ* καὶ ἐκ χειρῶν
μισοκάλου διάσωσον.
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Κ |
αρδίαν
σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέταις* σοῦ δεόμεθα ταπεινῶς* τὴν πίστιν ἀκλόνητον
χορήγει* ἡμῖν τοῖς πρὸς σέ, Νικόλαε, προστρέχουσι.
Δόξα
Πατρὶ …
|
Ε |
ἰρήνης τὸν ῎Αρχοντα, θαυμαστέ,* ἱκέτευε τάχος* ἐξαιτούμεθα
ταπεινῶς˙* εἰρήνην παράσχει Σοῦ ἱκέταις* καὶ μετανοίας καρπούς, Θεοφρούρητε.
Καὶ νῦν
… Θεοτοκίον.
|
῝Ο |
ν ἔτεκες, Μῆτερ, ἐν Βηθλεὲμ* ἱκέτευε τάχος* ἐξαιτούμεθα
ταπεινῶς* ὑπὲρ τῶν σῶν δούλων, Θεοτόκε,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος …
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Ε |
̉ κ τροχαίου, Χριστόφρων,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας
πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας
θερμῶς* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* μάκαρ Νικόλαε.
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Ε |
ἰρηναῖα τὰ τέλη* καὶ ἀνεπαίσχυντα* πᾶσι παράσχου,
Νεομάρτυς,* Τρίκκης τὸ ἔρεισμα* καὶ ὑγείαν ταχὺ* τοῖς ἐξαιτοῦσι σὺ δίδου* καὶ
τὴν σὴν βοήθειαν,* κλεινὲ Νικόλαε.
Δόξα
Πατρὶ …
̉ ργασίαν εὑρίσκεις,* θαυματουργέ ῞Αγιε* τοῖς
σοι προσφεύγουσι πίστει* καὶ ἀνακράζουσι,* βοήθει τάχος ἡμᾶς*
σὺ τοῦ Χριστοῦ στρατιῶτα* καὶ τὴν ἀνεργείαν* παῦσον δεόμεθα.
Καὶ νῦν
… Θεοτοκίον.
υνειδήσεως, Κόρη,* τὰς τύψεις
διάλυσον* καὶ τῆς
μετανοίας τὰ δῶρα* τάχος παράσχου
μοι,* Μαριὰμ
θαυμαστή,* τῶν ̉Ορθοδόξων
προστάτις* καὶ πιστῶν τὸ
στήριγμα,*
Θεογεννήτρια.
|
Δ |
ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,
Νεομάρτυς,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς
ἔχοντα τῷ Θεῷ παῤῥησία.
|
Ε |
̉
πιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα ὁ ῾Ιερεὺς μνημονεύει
τὰ ὀνόματα καὶ τὸ
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμὴ.
|
Π |
ρεσβείαν τὴν σὴν* αἰτοῦμεν οἱ ἀνάξιοι˙* διὸ τῶν πιστῶν* τὰ πλήθη σοι προσφεύγουσι* καὶ θερμῶς βοῶσί σε,* Νεομάρτυς, σκέπασον ἅπαντας* καὶ ἐκ τροχαίων φύλαττε ἡμᾶς* τοὺς σοι θερμῶς ἀεὶ κατάφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα,
Κύριε, …
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Τ |
ὰς παγίδας τοῦ ὄφεως,* Νικόλαε μάκαρ,
ταχὺ διάλυσον* καὶ ἀξίωσον ἱκέτας σου* σὺν ̉Αγγέλοις ἄσωμεν τὸν Κύριον.
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Τ |
οὺς ἰοὺς ἐξαφάνισον* καὶ τοὺς
̉Ορθοδόξους ταχὺ προστάτευσον,* Νεομάρτυς, σοῦ δεόμεθα* ταῖς πρὸς
τὸν Οἰκτίρμονα, ἐντεύξεσιν.
Δόξα
Πατρὶ …
|
Ο |
ἱ νοσοῦντες προσφεύγουσι*
τῇ εἰκόνι σου, Νέομάρτυς ἔνδοξε,* καὶ λαμβάνουσι τὴν ἴασιν* παρὰ
σου, ἀήττητε Νικόλαε.
Καὶ νῦν
… Θεοτοκίον.
|
Ο |
̉ ρθοδόξους προστάτευσον* ἐκ τῆς
κατακρίσεως, Μεγαλόχαρη,* καὶ ταπείνωσιν παράσχου μοι,* ἵνα
λάβω ἄφεσιν καὶ ἔλεος.
ᾨδὴ εʹ.
Φώτισον ἡμᾶς …
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Φ |
όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον*
καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέτῃ σου, Νικόλαε.
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Ε |
῎ μπλησον ταχὺ* εὐφροσύνης τὴν καρδίαν
μου* ταῖς πρὸς τὸν Κύριον λιταῖς σου, σεμνὲ* Νέομάρτυς, Μετσόβου
γόνος καὶ ἄνθος εὔοσμον.
Δόξα
Πατρὶ …
|
Δ |
ίδου σὺ χαρὰν* εὐεργέτας τοῦ ἱκέτου
σου* καὶ διαφύλαττε αὐτούς, Θαυμαστέ,* ἐκ πάσης βλάβης, Νικόλαε
θεοδόξαστε.
Καὶ νῦν
… Θεοτοκίον.
|
Δ |
ώρησαι ἡμῖν* τὴν ὑγείαν δεομένοις σου*
καὶ τῆς ψυχῆς ὡς καὶ τοῦ
σώματος ἀεί,* Θεογενῆτορ*
πιστῶν φρουρὸς ὁ ἀκοίμητος.
ᾨδὴ στʹ.
Τὴν δέησιν …
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
ῶν πάντων Δημιουργὸν καὶ Κύριον* καθικέτευε
δεόμεθα πάντες,* ὅπως ῥυσθῶμεν ἐξ ὄγκων ποικίλων* καὶ
πάσης ἄλλης στενώσεως, ῞Αγιε,* καὶ δίδου λιταῖς σου ἡμῖν* ἀνεπαίσχυντα
τέλη, Νικὀλαε.
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Θ |
ανάτου τοῦ αἰφνιδίου ῥῦσαί με* καὶ
μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ ἀχρεῖος ἱκέτης* καὶ
παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξίωσον, θαυματουργέ,* διαβεῖναι
ὁ τάλας καὶ ἄθλιος.
Δόξα
Πατρὶ …
|
Ο |
̉ ρθόδοξοί σε προστάτην ἔχομεν* καὶ
φρουρὸν ἀκοίμητον, ἀθλοφόρε,* σὺ τῶν δαιμόνων τὰ βέλη διώκεις,*
σὺ καὶ τὰς νόσους ἰᾷ, ἀκατάβλητε,* διὸ τῶν πιστῶν οἱ χοροὶ* ἀνυμνοῦσιν
ἀπαύστως σέ, ἔνθεε.
Καὶ νῦν
… Θεοτοκίον.
|
Α |
̉ παύστως σὲ ἱκετεύω ὁ τάλας,* μὴ
παρίδῃς τὸν σὸν δοῦλον, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλίῳ* ὑπομονὴν
καὶ ταπείνωσιν, ῎Αχραντε,* καὶ δίδου
μοι εὐθυπορεῖν* πρὸς ὁδοὺς τοῦ Σωτῆρος, Θεόνυμφε.
|
Δ |
ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,
Νεομάρτυς,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς
ἔχοντα τῷ Θεῷ παῤῥησία.
|
Α |
῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως*
ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν δέησις ὑπὸ
τοῦ ῾Ιερέωςκαὶ τὸΚοντάκιον.
Ἦχος β´. Προστασία.
|
Σ |
ὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν*
καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε·* μὴ παρίδῃς* ἁμαρτωλῶν
ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν
τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ
τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σέ,* Νεομάρτυς Νικόλαε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται. (δίς)
Στίχος.
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
῾Ο
῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι
ἡμᾶς …
῾Ο χορός:
Κύριε ἐλέησον (τρίς)
῾Ο
῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου…
῾Ο χορός:
Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς:
Εκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου
τὸ ἀνάγνωσμα.
Πρόσχωμεν. (Κεφ. ι΄9 –16)
|
Ε |
ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ
ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων˙ γίνεσθε οὖν
φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙
παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν
ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς
καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τὶ λαλήσητε˙
δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες,
ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν
εἰς θάνατον, καὶ πατὴρ τέκνον˙ καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν
αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου˙ ὁ δὲ ὑπομείνας
εἰς τέλος, οὗτος σωθήσεται.
῾Ο χορός:
Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα
Πατρὶ καὶ Υἱῷ …
|
Τ |
αῖς τοῦ ̉Αθλοφόρου πρεσβείαις Ἐλεῆμον,*
ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
|
Τ |
αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον
τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν
με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
|
Μ |
ὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς
χείρας,* ἀθλητὰ Νικόλαε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου˙*
νόσοι κατέλαβον ὅλον μου τὸ σῶμα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνητον*
ὡς καὶ τῶν ἀνθρώπων περίγελων·* πάντοθεν πολεμούμενος* καὶ
παρηγορίαν οὐκ ἔχω πλὴν σου,* ῞Αγιε, ἁπάντων* ἀκοίμητος
προστάτης καὶ φρουρός,* μὴ παραβλέπῃς τὴν
δέησιν,* Τρίκκης φύλαξ ἄγρυπνος.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας …
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Τ |
οῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ
Πλάστης, μάρτυς Νικόλαε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς
πρεσβείαις* καὶ γονυκλεινῶς σοῦ
δέονται,* τὸν Ζωοδότην Χριστόν,
εὐμένισον λιταῖς Σου.
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Λ |
ειτουργούς τοῦ ῾Υψίστου,* Νεομάρτυς Νικόλαε,
σοῦ δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥῶσιν,* ἵνα πάντες κραυγάζωμεν˙* ῾Ο
τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
Δόξα
Πατρὶ …
|
Α |
̉ τεκνίαν γυναίων* θεραπεύεις ταχέως,
Θεομακάριστε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγατέρας*
ἱκετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡμῖν,* Νικόλαε παμμάκαρ.
Καὶ νῦν
… Θεοτοκίον.
|
Α |
̉ ξίωσον ἱκέτην,* Δέσποινα τοῦ κόσμου,*
ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα
γεραὶρω σε.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα …
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
ὸν Βασιλέα* καὶ Ποιητὴν τῶν ἁπάντων* καθικέτευε,
Νικόλαε μάρτυς,* ὅπως τοῖς ἀτέκνοις*
παράσχῃ τέκνα τάχος.
῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
ὴν νεολαίαν*
ἐξ ἐθισμῶν ὀλεθρίων,* σὺ διάσωσον τάχος, Θεόφρον,* καὶ φύλαττε,
μάρτυς,* ἐκ πλάνης διαβόλου.
Δόξα
Πατρὶ …
ὲ τῶν ῾Ελλήνων* καὶ ̉Ορθοδόξων χορεῖαι* ἀνυμνοῦσιν,
Νικόλαε μάρτυς,* καὶ πάντες αἰτοῦμεν* παράσχου ὑγιείαν.
Καὶ νῦν
… Θεοτοκίον.
ὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου*
καθικέτευε δέομαι, Μῆτερ,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Αὐτοῦ τὴν δόξαν.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον …
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Α |
̉ γάλλεται ἡ Τρίκκη* σὺν τῇ γενετείρᾳ* ἔχουσαι
προστάτην σὲ Νεομάρτυρα* καὶ συ ἀπαύστως βοῶσιν,* Χριστὸν εὐμένησον.
῞Αγιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
|
Χ |
οροὶ τῶν μοναζόντων* καὶ τῶν ̉Ορθοδόξων* σὲ ἱκετεύουσι,
μάρτυς Νικόλαε,* τοὺς σοι προσπίπτοντας δίδου* πίστιν ἀκλόνητον.
Δόξα
Πατρὶ …
οὺς ὄγκους θεραπεύεις* ὡς καὶ τὰς ἰώσεις* διὸ σοι
πάντες προσφεύγουσι πίστει
θερμῶς* καὶ παρὰ σου ἐξαιτοῦσι*
τέλη ἀνώδυνα.
Καὶ νῦν
… Θεοτοκίον.
῾ μᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει*
καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,*
Θεοκοινώνητε.
Καὶ εὐθὺς τὰΜεγαλυνάρια.
|
Α |
῎ ξιόνἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον
σὲ μεγαλύνομεν.
|
Χ |
αίροις, τοῦ Μετσόβου γόνος λαμπρός˙* Χαίρος,
τῶν Τρικάλων ὁ ἀσύλητος θησαυρός˙* Χαίροις τῶν πατέρων τοῦ Βαρλαάμ τὸ κλέος* καὶ
τῶν πιστῶν ἡ δόξα καὶ καταφύγιον.
|
Ε |
῎ λαβες τὴν χάριν παρὰ Θεοῦ,* Νικόλαε μάρτυς,
θεραπεύειν τοὺς ἀσθενεῖς* διὸ οἱ νοσοῦντες σοῦ δέονται ἀπαύστως* καὶ ἐκζητοῦσι
πίστει τὴν θεραπείαν τους.
|
Κ |
άραν σου, Νικόλαε θαυμαστέ,* πάντες προσκυνοῦμεν,*
Νεομάρτυς, περιχαρῶς* ἥτις μύρα βλίζει* ἐν Βαρλαάμ τῇ μάνδρᾳ* καὶ τοῖς πιστοῖς
παρέχει* ῥῶσιν καὶ δύναμιν.
|
Π |
όλις τῶν Τρικάλων, μακαριστέ* διὰ τοῦ μαρτυρίου*
σοῦ τοῦ σκεύους τοῦ οὐρανοῦ* ἔλαβε πλουσίως* μεγάλην εὐλογίαν* διὸ πιστῶν τά πλήθη* Χριστὸν δοξάζουσιν.
|
Π |
ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*
̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν*
εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορὸς τό: ῞Αγιος ὁ Θεός … (τρίς)
Δόξα Πατρὶ… Παναγία Τριάς … Δόξα Πατρὶ … Πάτερ ἡμῶν …
Ὁ Ἱερεύς· Ὅτι
Σοῦ ἐστιν ἡ βασιλεία …
Ὁ Χορός· ̉Αμήν.
Εἶτα τὸ̉̉̉Απολυτίκιον.
῏Ηχος
α’. Τῆς ἐρήμου πολίτης.
|
Τ |
ῶν Τρικάλων τὴν δόξα καὶ
Μετσόβου τὸ κλέϊσμα,* Βαρλαὰμ τὸν προστάτην καὶ φρουρὸν τὸν ἀκοίμητον,*
Νικόλαον ὑμνήσωμεν πιστοὶ* τὸν νέον στρατιώτην τοῦ Χριστοῦ,* ὃς πρεσβεύει τῇ
Τριάδι ὑπὲρ ἡμῶν* διὸ πάντες βοήσομεν˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ
σὲ ἐνισχύσαντι,* δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν* φρουρὸν ἀκοίμητον.
῾Ο ῾Ιερεύς. ̉ Ελέησον ἡμᾶς ὁ Θεός … καὶ μνημονεύει
τὰ
όνόματα καὶ ποιεῖ τὴν ἀπόλυσιν.
῾Ο χορός.
Δόξα Πατρὶ καὶ Υἱῷ … Καὶ νῦν καὶ ἀεὶ … Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε
εὐλόγησον.
Τῶν
πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν :
῏Ηχος β’ . ῞Οτε ἐκ τοῦ ξύλου …
άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς
σου εἰκόνος,* φωσφόρε Νικόλαε,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν
καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,*
ἄγγελον ἀκοίμητον καὶ ὁδηγόν ἀσφαλῆ.* Μάκαρ Νεομαρτύρων, τό κλέος,*
χηρῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ἐν ἀνάγκαις καταφύγιον.
|
Δ |
έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων
σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
|
Τ |
ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ
τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
|
Τ |
ῇ πρεσβείᾳ Κύριε πάντων τῶν ῾Αγίων* καὶ τῆς
Θεοτόκου* τὴν σὴν εἰρήνην δὸς ἡμῖν* καὶ ἐλέησον ἡμᾶς,* ὡς μόνος οἰκτίρμων.
Ὁ Ἱερεύς. Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν …

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου