Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 2 Μαΐου 2025

Παρακλητικός Κανών εις τον Οσιον Πανάρετον Αρχιεπίσκοπον Πάφου.

 




Οσιος Πανάρετος

 ̉Αρχιεπίσκοπος Πάφου

(1ῃ Μαΐου )

 

Ο Ἅγιος Πανάρετος γεννήθηκε στὴν Πε­ριστερωνοπηγὴ Ἀμμοχώστου, περὶ τὸ 1710. Οἱ γονεῖς του ἦταν ἄνθρωποι εὐλα­βεῖς καὶ εὔποροι. Ὁ Ἅγιος ἔμαθε τὰ πρῶτα γράμμα­τα ἀπὸ τοὺς γονεῖς του καὶ μετὰ συ­νέχισε τὶς σπουδές του στὸ Ἑλληνικὸ σχολεῖο στὴ Λευκωσία. Μετὰ τὸ πέρας τῶν σπουδῶν του ἐγκαταβίωσε στὸ ἐρειπωμένο μοναστήρι τοῦ Ἁγίου Ἀναστασίου, ποὺ βρισκόταν στὸ χωριό του.Ἀργότερα χειροτονήθηκε ἱερέας καὶ διετέλεσε ἡγούμενος γιὰ πολλὰ χρόνια στὸ μοναστήρι τῆς Θεοτόκου στὴν Παλλου­ριώτισσα Λευκωσίας. Ἡ κατάσταση τότε ἦταν μαρτυρι­κή. Μὲ κίνδυνο τῆς ἴδιας τῆς ζωῆς του ὁ Ἅγιος ἔγινε ὁ παρήγορος ἄγγε­λος τῶν πιστῶν. ῾Ο λαός τό 1767 τὸν ἐξέλεξε Μητροπολίτη Πά­φου.Ἀπὸ τὴ θέση αὐτὴ τοῦ δόθηκε ἡ εὐκαιρία νὰ ἀναπτύξει ὅλα τὰ κρυμμένα χαρίσματά του καὶ ἔγινε τὰ σκοτεινὰ ἐκεῖνα χρό­νια βακτηρία καὶ φάρος φωτεινός. Ποίμανε τὸ ποίμνιό του μὲ αὐταπάρνηση. Σὲ ὅλη του τὴν ζωὴ προετοιμα­ζόταν γιὰ τὴν ὥρα τῆς ἐξόδου του. Ἀξιώθηκε δὲ νὰ προγνώσει τὴν ὥρα τῆς κοιμή­σεώς του. Πρὶν τὴν κοίμησή του εἶπε στὸν πρωτοσύγκελό του ὅτι θὰ ἔλθει ὁ φίλος του Ἐπίσκοπος πρώην Καρπάθου Παρ­θένιος, γιὰ νὰ τὸν ἐξομολογήσει. Αὐτός νόμισε ὅτι ὁ ῞Αγιος παραμιλοῦ­σε λόγω τῆς ἀρρώστιας του καὶ παράκουσε ῞Ομως, μετὰ τὴν ἐπι­μονὴ τοῦ ῾Αγίου, ὑπάκουσε καὶ πράγματι βρῆκε στὴν προκυμαία ἕνα πλοῖο, μέσα στὸ  βρισκόταν ὁ Ἐπί­σκοπος Παρθένιος, ὁ ὁποῖ­ος ἔσπευσε νὰ συναντήσει τὸν Ἅγιο. Ἀφοῦ τὸν ἐξομολόγησε, τὴν ἑπόμενη ἡμέρα λειτούργησε καὶ τὸν κοι­νώνησε. Ὁ ῞Αγιος τὸν παρακάλεσε νὰ παραμείνει ἄλλη μία ἡ­μέρα, γιὰ νὰ τελέσει καὶ τὴν ἐξόδιο Ἀκολουθία του. Ἐκεῖ­νος παρέμεινε καὶ κήδευσε τὸ ἱε­ρὸ λείψανο τοῦ ῾Αγίου, τὸ ὁποῖο εὐωδίαζε καὶ μάλιστα θερά­πευσε καὶ πολλοὺς ἀσθενεῖς.

 

 

 

 

 

Παρακλητικς Κανν

ες τν Οσιον Πανάρετον  ̉Αρχιεπίσκοπον Πάφου

Ποίημα τοῦ διδασκάλου κ. Γεωργίου Θ. Μηλίτση.

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

 

Ἦχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τ

ὸν  ̉Αρχιποίμενα ὑμνήσωμεν πάντες* τῶν  ̉Ορθο­δόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχο­ντας,* ὦ Πανάριτε μάκαρ,* πάσης περιστάσε­ως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λι­ταῖς σου, Θαυ­μαστέ,* σὲ γὰρ προστάτην* ἀκοίμητον ἔχο­μεν. 

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

 ̉ Απολυτίκιον.Ἦχος πλ. α’. ΤνσυνάναρχονΛόγον.

Τ

ντςΠάφουΠοιμέναθεονΠανάρετον,* ςε­ράρχηνΚυρίουνευφημήσωμεν,* τιργάτηςσυ­νετς*ντωςκαὶἄριστος, πασντνθείωνρε­τν* καὶἉγίοιςθαυμαστςγένετοπ̉ σχάτων*καπά­ντωνπροστάτηςκαφύλαξ,* τννυμνοντωναὐ­τοτνκοίμησιν.

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Ο

ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστα­σο πρε­σβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δού­λους σώ­ζεις ἀε* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

 

δὴ αʹ. Ἦχος πλ. δʹ. ῾Ὺγρὰν διοδεύσας…

Τ

ὰς χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ  ̉Αρχιθύτα,*  ̉Ορθοδόξων καταφυγή,* εὐμένισον δέομαι ὁ τά­λας,* τὸν Πανοικτήρμονα,  κτίστην τοῦ σύμαντος.

 

Π

αρέχεις συζύγοις ὑπομονήν,* ἐλπίδαν, εἰρήνην* καὶ τελείαν ὑπακοήν˙* διὸ σοι προσφεύγομεν ἱκέ­ται* καὶ ἐξαιτούμεθα πάντες τήν σκέπην σου.

 

Κ

αρδίαν σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέ­ταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα τὸν Σω­τήρα τῶν ἀνθρώπων* ἐκ μέσης καρδίας πάντες δο­ξάζωμεν  

Θεοτοκίον.

Ο

῝ ν ἔτεκες, Μῆτερ, ἐν Βηθλεὲμ* ἱκέτευε τά­χος* ἐξαι­τούμεθα ταπεινῶς* ὑπὲρ τῶν σῶν δού­λων, Θεοτό­κε,* ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλί­ψεων.

 

δὴ γʹ. Οὐρανίας ἁψῖδος…  

Σ

ὺ παρέχεις ἰάσεις, θαυματουργέ ῞Οσιε,* ἡμῖν τοῖς πι­στῶς δεομένοις καὶ ἀνακράζουσι˙* σπεῦ­σον καὶ σῶ­σον ἡμᾶς* ἐκ τῶν δεινῶν νοσημάτων* καὶ ἐξ ὄ­γκων, ῞Αγιε, πάντας ἀπάλλαξον.

 

Ο

̉ ρθοδόξων δείχθης* φρουρς ὁ ἀκοίμητος* κα τν μοναζόντων τ κλέος ὡς καὶ τὸ πρότυπον* τν δὲ νοσοῦντωνἀεὶ* σὺἰατρς κα προστάτης* κα χη­ρν ὑ­πέρμαχος*κατανίκητος.

 

Ο

̉ φθαλμοὺς ἀλλοδόξων,  ̉Αρχιθύτα, διάνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, πάτερ, ὑμνεῖσαι* καὶ λα­τρεύσαι δέομαι* σὺ καταξίωσον.

 

Θεοτοκίον.

Ε

̉ κ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πί­στει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.

 

Δ

ιάσωσον* ἀπὸ κινδύνων, Πανάριτε σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς πρὸς σ καταφεύγο­μεν* ὡς ἔχο­ντα τῷ Θεῷ παῤῥησίᾳ.

 

Ε

̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶτα ὁ ῾Ιερεύς: ̉ Ελέησον ἡμᾶς ὁ Θεὸς…

῾Ο χορός: Κύριε, ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος…

 

Κάθισμα Ἦχος βʹ. Τὰ ἄνω ζητῶν...

Σ

ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον·* ἐ­λέους πηγὴ καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βο­ῶμέν σοι,* ̉Αρχιθύτα Πανάριτε, πρόφθασον˙* καὶ ἐκ κινδύνων λύτρωσαι  ἡμᾶς* τοὺς πρὸς σὲ ἀπαύστως προστρέχοντας.

 

δὴ δʹ.Εἰσακήκοα, Κύριε,…

Τ

οὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν καλὰς διαγνώσεις πάντοτε.

 

Τ

έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Αρχιθύτα Πανάριτε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

 

Τ

ὴν νεότητα φύλαττε* ἐκ τῶν τοῦ ὄφεως δειγμά­των, ῞Οσιε,* σοῦ θερμῶς δεόμεθα, πάτερ,* ἡμεῖς οἱ προ­στρέχοντες τῇ σκέπῃ σου.

 

Θεοτοκίον.

Ο

῾ λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώ­ρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νο­ὸς μου, Κόρη Θεοδόξαστε.

 

δὴ εʹ. Φώτισον ἡμᾶς…

Υ

῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* πα­ράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λι­ταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.

 

Ν

όσων ἰατρὸς* ἀνεδείχθης σύ, Πανάριτε,* διό σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν τὴν ἴασιν.

 

Π

άντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, ̉Αρχιθύτα θαυμαστέ,* καὶ βιώ­σαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

 

Θεοτοκίον.

Φ

όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ ἱκέ­τῃ σου, ῾Οδηγή­τρια.

 

δὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Τ

ὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, τῆς Πάφου τό κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* Πανάριτε, πιστῶν κα­ταφύγιον.

 

Ε

̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* σὺ, Πανάρι­τε, ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμε­θα γονυκλινῶς,* ̉Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.

 

Ω

῾ ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροὶ θεοφόρε,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμά­καρ,* σὲ  ὀνομάζομεν,  Ὅσιε,  ἅπαντες,* δεόμε­θά σου, ἀγαθέ,* ἐκ τῶν παθῶν τοὺς ἱκέτας διάσωσον.

 

Θεοτοκίον.

Π

ανάχραντε, ̉ Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδό­ξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποι­μένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.

 

Δ

ιάσωσον* ἀπὸ κινδύνων, Πανάριτε σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς πρὸς σ καταφεύγο­μεν* ὡς ἔχο­ντα τῷ Θεῷ παῤῥησίᾳ.

 

Α

῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉  ἐσχάτων  τῶν ἡμερῶν τεκοῦσα δυ­σώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Εἶτα ὁ ῾Ιερεύς: ̉Ελέησον ἡμᾶς ὁ Θεὸς…

῾Ο χορός: Κύριε, ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων καὶ φιλάνθρωπος…

 

Καὶτ Κοντάκιον.  Ἦχος β. Προστασία.

Σ

 ὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ παρί­δῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πι­στῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* Πανάριτε, ἰσχυρὸν* τῶν  ̉Ορθο­δό­ξων καταφύγιον.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τ

ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

 

 

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

 

Τ

ίμιος ἐναντίον Κυρίου    θάνατος τοῦ  Ὁσίου αὐ­τοῦ.

 

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

 

῾Ο χορός: Κύριε ἐλέησον (τρίς)

 

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγ­γελίου, Εἰρήνη πᾶσι.

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

 

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγί­ου Εὐαγγελίου …

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Τ

ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πο­λὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσα­λὴμ καὶ τῆς παρα­λίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐ­τῶν, καὶ οἱ ὀ­χλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθερα­πεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐ­τοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀ­φθαλμοὺς αὐτοῦ εἰς τοὺς μα­θητὰς αὐτοῦ ἔλεγε˙ μακά­ριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πει­νῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάρι­οι οἱ κλαίο­ντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσω­σιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑ­μᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

 

῾Ο χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ …

Τ

αῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Κα νῦν κα ἀε

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…

 

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μ

ή ἐγκαταλείπης με* τῶν  ̉Ορθοδόξων προστά­τα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέ­κτημαι* οὐ­δὲ ποῦ πρσφύγω ὁ ἄθλιος,* πά­ντοθεν πο­λεμού­με­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον,  ̉Αρχιθύτα* Πανάριτε, προ­στάτα καὶ φρου­ρὲ* τῶν δεομένων σοι, ἔνδοξε,* καὶ εὐχὰς ἐκπλήρω­σον.  

 

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

῾Ο χορός: Κύριε ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο χορός: ̉ Αμήν.

 

δὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας ...

Ρ

῾ αθυμίας ἀμέτρου* καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκε­σίαις σου,* Πανάριτε παμμάκαρ,* προστρέχοντά σοι ῥῦσαι,* τῇ σῇ σκέπῃ κραυγάζοντας·* ὁ τῶν Πατέ­ρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Ο

̉ ρθοδόξων κατέστης* ἰατρὸς ὁ ἀλάνθαστος καὶ ἀ­νάργυρος,* καὶ πόλεως τῆς Πάφου* ἀκοίμητος προ­στάτης* καὶ φρουρός, Θεοδόξαστε,* διὸ πιστῶν οἱ χο­ροί* Χριστὸν δοξολογοῦσι.

 

Α

̉ τεκνίαν γυναίων* θεραπεύεις ταχέως, σεμνὲ Πα­νάριτε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ θυγα­τέρας* ἱ­κετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡ­μῖν,* λιταῖς σου,  ̉Αρχιθύτα.

 

Θεοτοκίον.

Ο

̉ ρθοδόξων κατέστης* ἀρωγὸς καὶ προστάτις, Θε­ομακάριστε.* διὸ σὲ ἀνυμνοῦσιν καὶ σὲ δοξολογοῦ­σι* καὶ  προσπίπτοντας  ᾂδουσι˙* σύ, Θεοτό­κε  ἁγνή,* ἐ­λέησον τὸν κόσμον. 

 

δὴ ηʹ. Τὸν Βασιλέα ...

Τ

ὴν νεολαίαν* ἐξ ἐθισμῶν ὀλεθρίων,* διάσω­σον, Πανάριτε, τάχος* καὶ  φύλαττε  ταύτην* ἐκ  πλά­νης δι­αβόλου. 

 

Α

̉ καταπαύστως* πρὸ τῆς εἰκόνος σου, Πάτερ,* ὡς ἱ­κέτης προσπίπτω ὁ τάλας* καὶ θερμῶς βοῶ σε* χα­ρᾶς σὺ ἔμπλισόν μοι.

 

Α

̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θερα­πεύ­ει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χα­ρὰν παρέχει, Μάκαρ.

 

Θεοτοκίον.

Τ

ὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* κα­θικέτευε δέομαι, Μῆτερ,* ἵνα ὁ ἀχρεῖος* ἰδῶ Θεοῦ τὴν δόξαν.

 

δὴ θʹ.  Κυρίως Θεοτόκον...

Α

̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.

 

Η

῾ μᾶς τοὺς  ̉ Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Κυρίου  τὴν  δόξαν  ἀξίωσον* ἰδεῖν  οἱ  ἀχρείοι,* μάκαρ Πανάριτε.

 

Δ

ιάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καί ἐκ χει­ρῶν τοῦ ἀλάστορος δέομαι,* ἵνα ὑμνοῦμεν ἀπαύ­στως* Σέ, Θεοδόξαστε.

Θεοτοκίον.

Η

῾ μᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρεί­οι,* Θεοκοινώνητε.

 

Καί τά Μεγαλυνάρια.

Α

῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτό­κον,* τὴν ἀειμακάριστον καὶ παναμώμη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέ­ραν τῶν Χερου­βεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,* τὴν  ἀδιαφθόρως  Θεὸν Λόγον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύνομεν.

 

Χ

αίροις, ὦ Πανάριτε θαυμαστέ,* κλέος  ̉Ορθοδό­ξων* καὶ ῾Ελλήνων καταφυγή.* Χαίροις, τῶν νοσοῦ­ντων* ἀνάργυρος θεράπων* καὶ πάντων τῶν ἐν θλί­ψει* τὸ καταφύγιον.

 

Κ

ύπρον καὶ ῾Ελλάδαν, θαυματουργέ,* φύλαττε ἀ­παύστως ἐκ κινδύνων πολυειδῶν* καὶ τὴν νέο­λαίαν* ὁδήγει,  ̉Αρχιθύτα,* εἰς τὰς νομὰς Κυρίου* πά­ντες δεόμεθα,

 

Π

άφου, ̉Αρχιθύτης, ὁ ἐκλεκτὸς* καὶ τῆς νήσου Κύ­πρου ἀντιλήπτωρ καὶ βοηθὸς˙* σὺ τῶν ἀσθενοῦ­ντων ἐδείχθης ὁ θεράπων* καὶ τῶν πιστῶν τὸ κλέος,* μάκαρ Πανάριτε.

 

Π

άντας τοὺς προστρέχοντας ἐπὶ σέ,* μὴ ἐγκαταλεί­πεις εἰς τὰς χείρας τοῦ πτερνηστοῦ,* ἀλλὰ σὺ πα­ράσχου* ὑγείαν, σωφροσύνην* μετάνοιαν καὶ πίστιν* καὶ βίον ἔνθεον.

 

Ε

῎ χοντες προστάτην καὶ βοηθὸν* σέ, τὸν  ̉Αρχιθύ­την,* οὐ πτοούμεθα παντελῶς* καὶ οὐ δηλιῶ­μεν* πρὸ τῶν πολλῶν κινδύνων* ἃς ὁ σατὰν ἐκφαί­νει,* μά­καρ Πανάριτε.

 

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρί­ου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

 

῾Ο Χορός: ῞Αγιος ὁ Θεός,… (τρίς).

 

Δ

όξα Πατρὶ καὶ Υἱῶ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  ̉Αμήν.

 

Π

αναγία Τριάς, ἐλέησον ἡμᾶς˙ Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνο­μίας ἡμῖν˙ ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀ­σθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

 

῾Ο Χορός: Κύριε, ἐλέησον (τρίς).

 

Δ

όξα Πατρὶ καὶ Υἱῶ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  ̉Αμήν.

 

Π

άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄ­νομά σου˙ ἐλθέτω ἡ βασιλεία σου˙ γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον˙ καὶ ἄφες ἡμῖν τὰ ὀ­φειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν  τοῖς  ὀφει­λέταις ἡμῶν˙καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρα­σμόν, ἀλλὰ  ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν ἡ βασιλεία …

 

Ὁ Χορός:  ̉Α­μήν.  

 

Καὶ τὸ  ̉Απολυτίκιον.

 Ἦχος πλ. α’. Τνσυνάναρχον

Τ

ντςΠάφουΠοιμέναθεονΠανάρετον,* ςε­ράρχηνΚυρίουνευφημήσωμεν,* τιργάτηςσυ­νετς*ντωςκαὶἄριστος, πασντνθείωνρε­τν* καὶἉγίοιςθαυμαστςγένετοπσχάτων*καπά­ντωνπροστάτηςκαφύλαξ,* τννυμνοντωναὐ­τοτνκοίμησιν.

 

῾Ο ῾Ιερεύς. ̉ Ελέησον  ἡμᾶς    Θεός … καὶ  μνημονεύει τὰ ὀνόματα τῶν πιστῶν, ὑπὲρ ὧν τελεῖται ἡ Παρά­κλησις καὶ ποιεῖ μκρὰν ἀπόλυσιν.

 

Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε …

῾Ο χορός. Δόξα Πατρὶ καὶ Υἱῷ … Καὶ νῦν καὶ ἀεὶ … Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον.

 

   Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

 

῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου.

Δ

έχου παρακλήσεις μοναστῶν,* δέχου  ̉Ορθοδό­ξων δεήσεις,* ὦ ̉Αρχιθύτα Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ πα­θῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμε­θα καὶ ἱκετεύομεν˙* ῞Αγιε Πανάριτε, σπεῦσον,* καὶ ῥῦ­σαι ἱ­κέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλί­ψεως.

 

῏Ηχος πλ. δʹ.

Δ

έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ  πάσης ἀνάγκης καὶ θλί­ψεως.

 

῏Ηχος βʹ.

Τ

 ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

 

῏Ηχος αʹ.

Τ

πρεσβείαΚύριε, πάντωντνγίων* καὶτςΘε­οτόκου* τὴνσὴνερήνηνδὸςμν* καὶλέη­σονἡ­μς,* ςμόνοςοκτίρμων

 

 

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δ

ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε  ̉Ι­η­σοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

̉Αμήν

 

 



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν:῞Αγιε τοῦΘεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…,  Καὶ νῦν…

Δεν υπάρχουν σχόλια: