Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 2 Μαΐου 2025

Παρακλητικός Κανών εις τον Αγιον Οικουμένιον Α Επίσκοπον Τρίκκης

 





Αγιος Οκουμένιος Αʹ

 

Ο

῾ ῞Αγιος Οἰκουμένιος κα­ταγόταν ἀπὸ τὴν Καπ­παδοκί­α, γεννήθηκε ἀπό γονεῖς ἐπί­σημους καί περι­φανεῖς καὶ ἦ­ταν ἀνιψιὸς τοῦ ῾Αγίου  ̉Αχιλ­λείου Λαρίσης καὶ ἐξά­δελφος τοῦ ἁγίου Ρηγί­νου, ἐπι­σκόπου Σκοπέλου.

    ̉Ακο­λούθησε τόν ῞Αγιο  ̉Αχίλλειο στὴ Λάρι­σα.  ̉Αρ­γότερα, μὲ τὴ σύμφωνη γνώμη κλήρου καὶ λαοῦ, ἐ­κλέ­χτηκε ἐπίσκοπος Τρίκκης. Οἱ δυὸ τους, ἅγιοι  ̉Αχίλ­λειος καὶ Οἰκουμένιος, ἔ­λαβαν μέρος στὴν Αʹ Οἰκου­μενικὴ Σύ­νοδο, ποὺ συνῆλθε τὸ 325 μ. Χ. στὴ Νίκαια τῆς Βιθυνίας, ὅπου καὶ θαυματούρ­γησαν εἰς ἀπό­δειξη τῆς ὀρ­θῆς πί­στεως (λίθος ἀνέβλυσε νερό).

   ῾Ο ῞Αγιος ἀγαποῦσε τὴν ἡσυχία καὶ τὴν προσευχή καὶ γι̉ αὐτὸ ἀποσύρονταν στὸ ἀσκητήριο του τὸ ὁποῖο βρίσκεται ὀκτὼ χιλιόμετρα βορεί­ως τῶν Τρικάλων, στὸ χωριό Χαϊδε­μένη. Κατὰ τὸν 14ο αἰ. μ. Χ., τὸ ἀσκητήριό του λεγόταν «Καταφύγιον» ἐνῶ σήμερα εἶναι γνωστό σὰν «Καταφεῖ­δι».

   ῾Ο ῞Αγιος κοιμήθηκε πλήρης ἡμε­ρῶν καὶ ἀ­ναδείχτηκε θαυματουργός.Τὰ τίμια λείψανά του φυλάσ­σονταν σὲ λάρνακα στὸν ναὸ τοῦ  ̉Αρχαγ­γέλου Μιχαήλ, ποὺ βρισκόταν μέσα στὸ φρούριο τῶν Τρικάλων.

 

Παρακλητικς Κανν

ες τν Αγιον Οκουμένιον Αʹ

 ̉Επίσκοπον Τρίκκης

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τΚύριε εἰσάκουσον, μεθ̉ τΘες Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

 

Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τ

ῷ ῾Ιεράρχῃ ἐκτενῶς νῦν προσδράμωμεν* τῶν  ̉Ορ­θοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν με­τα­νοίᾳ, κράζοντες αὐτῷ ταπεινῶς˙* ῞Αγιε, σπλαχνή­σθη­τι καὶ βοήθησον πάντας˙* σπεῦσον ἀπολλύμεθα ὑπὸ πλή­θους πταισμάτων˙* μὴ ἀποστρέψῃς ἱκέτας κε­νούς˙* Σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν. 

 

Δόξα Πατρὶ... Τ αὐτ ἤ τ

̉ Απολυτίκιον.  Ἦχος γʹ. Θείας πίστεως.

Τ

ρίκκης κλέϊσμα καὶ φωτοδότης* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθης,* ̉Αρχιθύτα Οἰκουμένιε ἔνδο­ξε,* σὺ ἐν τῇ Πρώτῃ Συνόδῳ κατέδειξας* τὰ τοῦ  ̉Αρεί­ου διδάγματα βλάσφημα.* Μάκαρ ὅσιε,* τ Λόγ Χρι­στ τ Θε ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμά­των ἄφεσιν.

 

Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.

Ο

ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰμὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·* σοὺς γὰρ δού­λους σῴ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

 

Εἶτα ὁ Νʹ Ψαλμς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

 

δὴ αʹ.  Ἦχος πλ. δʹὙγρὰν διοδεύσας…

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Π

ολλοῖς συνεχόμενος πειρασμοῖς,* πρὸς Σὲ κα­τα­φεύγω,* Οἰκουμένιε θαυμαστέ,* καὶ δέομαι πό­θῳ ὁ ἀχρεῖος* τὴν σὴν βοήθειαν ταχέως παρά­σχου μοι.

 

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Α

̉ φρόνως ἐβίωσα ἀληθῶς* διὸ καὶ στενάζω ὑπὸ τύ­ψεων ἰσχυρῶν˙* σοί, μάκαρ, προσπίπτω ὁ ἀ­χρεῖος* καὶ ἐξαιτοῦμαι τὴν σκέπην σου, ὅσιε. 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

ὰ πάθη ἐμόλυναν πολλαπλῶς* ψυχὴν μου καὶ σῶ­μα,* Οἰκουμένιε θαυμαστέ˙* διὸ σοι προστρέ­χω ἀ­νακράζων˙* ἐκ τούτων τάχος με ρῦσαι, τρι­σόλβι­ε.

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Ν

εότητα Μῆτερ τοῦ Λυτρωτοῦ,* προστάτευσον τά­χος,* ἐκ κινδύνων καὶ ἐθισμῶν,* καὶ ἐκ χει­ρῶν ἀν­θρώπων δολίων,* Σὺ διαφύλαξον πάντας, Πανύμνη­τε.

 

δὴ γʹ. Οὐρανίας ἁψῖδος

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Ι

῾ κετεύομεν πάντες, τὸν Πλαστουργὸν Κύριον,* καὶ τὸν Ποιητὴν τῶν ἁπάντων* σὺ ἐξευμένι­σον,* ἵνα  σωθῶμεν  ἡμεῖς* ἐκ  τῶν  ποικίλων  παγί­δων* τοῦ δο­λίου δράκοντος, ὦ Οἰκουμένιε.

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Σ

ὺ ἰάσεις παρέχεις, θαυματουργὲ ὅσιε,* ἡμῖν τοῖς πι­στῶς δεομένοις* καὶ ἀνακράζουσι˙* σπεῦσον καὶ σῶσον ἡμᾶς* ἐκ τῶν δεινῶν νοσημάτων* καὶ ἐξ ὄ­γκων, ῞Αγιε, πάντας ἀπάλλαξον.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

ῶν Τρικκαίων τὴν πόλιν* ἐκ τοῦ σεισμοῦ φύλα­ξον* καὶ ἀπὸ ἐχθρῶν ἀλλοφύλων ταύτην διάσω­σον˙* τοὺς δὲ κατοίκους αὐτῆς* ἐξ αἰφνιδίου θανά­του,* μά­καρ Οἰκουμένιε, πάντας προστάτευσον.

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Ρ

῾ αθυμίας κατέστην,* ἐργάτης ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον τα­χύ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱὸν Σου, ῎Α­χραντε, Σὺ ἐξευμένισον.

 

 

Δ

ιάσωσον* ἀπὸ τῆς πλάνης τὰ τέκνα σου, ῾Ιεράρ­χα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγο­μεν* ὡς μέ­γαν προστάτην τῶν ̉Ορθοδόξων.

 

Ε

̉ πίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴ­α­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶ­τα  ῾Ι­ε­ρεύς  μνη­μο­νεύ­ει  τὰ ὀνόματα  δι̉ οὓς  γίνε-­

νεται ἡ πα­ρά­κλη­σις καὶ ὁ Χορὸς μεθ΄ ἑ­κά­στην αἴ­τη- ­

σιν ψάλ­λει τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (τρίς).

 

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σ

ὺ Πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον˙* ἐ­λέους πηγὴ* καὶ πάντων καταφύγιον˙* ἐκτε­νῶς βο­ῶμεν Σοί,* Οἰκουμένιε μάκαρ, πρόφθασον˙* καὶ ἐκ κινδύνων φύλαττε ἡμᾶς˙* τοὺς πόθῳ καὶ πί­στει σοι προσφεύγοντας. 

δὴ δʹ. Εἰσακήκοα Κύριε…

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Τ

οῦ νοὸς μου τὴν ἔπαρσιν* Τρίκκης Οἰκουμένιε, τά­χος κοίμησον* καὶ τὰ πάθη μου θεράπευσον*  ̉Αρχι­θύτα, πάντων καταφύγιον.

 

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Ο

ἱ ἐλπίδα καὶ στήριγμα* καὶ τῆς σωτηρίας τεῖχος ἀ­κράδαντον,* σὲ κατέχοντες ̉Ορθόδοξοι,* δυσχερεί­ας πάσης ἐκλυτρούμεθα.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

ὴν χαρὰν τὴν οὐράνιον* μὴ στερήσῃς, πάτερ, ἀ­πὸ τοὺς δούλους σου* καὶ τὰ νέφη τὰ σκοτίζο­ντα* τὰς ψυχὰς μας τάχως σὺ διάλυσον.

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Π

αρθένε θεόνυμφε,* τὸν υἱὸν σου σκέπε καὶ διαφύ­λαττε* καὶ τὸ στόμα μου διάνοιξον,* τοῦ δο­ξάζειν Σε, Θεοκοινώνητε.

 

δὴ εʹΦώτισον ἡμᾶς

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Φ

ύλαττε ἀεὶ* ἐκ κινδύνων, Οἰκουμένιε,* τοὺς σοὶ προ­σφεύγοντας,  θεόφρον,  θερμῶς * καὶ  σῶσον ἅπα­ντας ἐκ πλάνης, ἀκατάβλητε.

 

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Κ

λαίω καὶ θρηνῶ,* Οἰκουμένιε μακάριε,* ἐρευ­νῶν τὰς τοῦ βίου πράξεις, σεμνέ,* διὸ σὺ προ­σφεύγω ὁ τάλας, Θεοδόξαστε.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Λ

ῦσον τὴν ἀχλὺν* τῶν πταισμάτων μου, θεόφιλε,* τῷ φωτισμῷ τῆς σῆς καθαρότητος* καὶ τὸν βίον μου ταχέως σὺ καταύγασον.

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Α

̉ χραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν πα­γίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,* ἀπαύ­στως Μαριάμ, προστάτευσον.

 

δὴ στʹ. Τὴν δέησιν ἐκχεῶ

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Π

ροστάτην σε τῆς ζωῆς ἐπίσταμαι* καὶ φρουρόν, θαυματουργέ ῾Ιεράρχα,* τῶν πειρασμῶν διαλύ­εις τὰ βέλη* κα τοῖς νοσοῦσι παρέχεις τὴν ἴασιν.* Σοῦ δέ­ομαι, ὁ δυσμενής,* ἐκ παθῶν ὀλεθρίων διά­σωσον.

 

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Θ

λιβόμενον παραμύθησαι, πάτερ,* ἀσθενοῦντι δώ­ρησόν μοι ὑγείαν* καὶ ἀδικούμενον ῥῦσαι ἱκέ­την* καὶ τῆς ψυχῆς εὐμορφίαν σὺ χάρισαι* τὸν θέλο­ντα διακαῶς* σωτηρίας τυχεῖν σαῖς δεήσεσι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

ὸν νοῦν μου σὺ ἀποκάθαρον τάχος,* Οἰκουμέ­νιε, Τρικκαίων προστάτα* καὶ τὴν καρδίαν μου φώτι­σον, πάτερ,* σὺ καὶ τὸ σῶμα μου σπεῦσον καὶ ἴ­ασαι˙* σοῦ δέομαι γονυκλινῶς* ἐκ  τῶν  ματαίων φρο­ντίδων ἀπάλλαξον.

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Ν

ευρώσεις Σύ, ἀπελαύνεις, Ἄχραντε,* καὶ τὰς νό­σους θεραπεύεις Σῶν δούλων,* καὶ ταῖς ψυ­χαῖς ἱκε­τῶν Σου παρέχεις,* ἀκαταπαύστως βοήθειαν ἔνδο­ξε˙* Σοῦ δέομαι ὁ δυσμενής,* τῆς ψυχῆς μου τὰ ὄμμα­τα ἄνοιξον.

 

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉ Αρχιθύτα,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντα τῷ Θεῷ παῤῥησία. 

 

Α

῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

 

   Καὶ πάλιν δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ Χορὸς μεθ΄ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λει τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (τρίς).

 

Κοντάκιον. Ἦχος β. Προστασία.

Σ

ὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος.* Μὴ πα­ρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ πρόφθα­σον, Θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πι­στῶς δεομένων σου˙* τάχυνον εἰς πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν,* ὁ ἀντιλήπτωρ  τῶν πιστῶν,* Οἰκουμένιε μακάριε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Τ

ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

 

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

 

Τ

ίμιος ἐναντίον Κυρίου  ὁ θάνατος  τοῦ  Ὁσίου αὐ­τοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁ­γίου Εὐαγγελίου …

῾Ο χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Τ

ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πο­λὺ τοῦ λαοῦ ἀ­πὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσα­λὴμ καὶ τῆς παρα­λίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰα­θῆναι ἀπὸ τῶν νόσων αὐ­τῶν, καὶ οἱ ὀ­χλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθερα­πεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐ­τοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀ­φθαλμοὺς αὐτοῦ εἰς τοὺς μα­θητὰς αὐτοῦ ἔλεγε˙ μακά­ριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πει­νῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακά­ριοι οἱ κλαίο­ντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσω­σιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑ­μᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

αῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Κα νῦν κα ἀε

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα…

 

Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Μ

ὴ ἐγκαταλείπῃς με* τῶν ̉Ορθοδόξων προστάτα* μάκαρ Οἰκουμένιε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέ­τους σου˙* θλψις γρ χει με,* φρειν ο δνα­μαι,* τν δαιμνων τ τοξεματα,* σκπην ο κέ­κτημαι,* οδ πο προσφγω ὁἄθλιος,* πντοθεν πολεμομε­νος καὶ παντοδαπῶς χειμαζόμενος,* πά­τερ ῾Ιερά­ρχα,* λ­πς σὺ κα προστάτης τν πιστν* μὴ παρα­βλέψῃς ἱ­κέτην σου* τὸν πρὸς σὲ προστρέ­χοντα.

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: ̉ Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς δὰς τοῦ Κανόνος.

 

δὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Η

 ῾ εἰκών σου ἐδείχθη ἰατρεῖον ἀδάπανον, Οἰκου­μένιε,* θεόφρων ῾Ιεράρχα* καὶ Τρίκκης ποιμενάρ­χα* διὸ πᾶντες κραυγάζομεν˙* ῾Ο τῶν Πα­τέρων ἡ­μῶν,* Θεός, εὐλογητὸς εἶ. 

 

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Τ

ῶν ψυχῶν ἡμῶν ἔλκη,* Οἰκουμένιε, τάχος θερά­πευσον* καὶ δίδου σοῖς ἱκέταις* τὴν μνήμην τοῦ θα­νάτου,* ἵνα πόθῳ βοῶμεν σοι˙* ῾Ο  τῶν Πατέρων ἡ­μῶν,* Θεός, εὐλογητὸς εἶ. 

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Χ

αλινὸν συ τῆς γλώσσης* καὶ καιρὸν μετανοίας πα­ράσχου, ῞Οσιε,* ἐμοὶ τῷ τρισαθλίῳ* τῷ πόθῳ σοι ἐλ­θόντι* καὶ ἐν πίστει κραυγάζοντι˙* ῾Ο τῶν Πα­τέρων ἡ­μῶν,* Θεός, εὐλογητὸς εἶ. 

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Μ

ὴ παρίδῃς ἱκέτας,* Θεοδόξαστε κόρη, πιστῶν τὸ καύχημα,* ἀλλὰ ταῖς εὐχαῖς Σου,* ἐκ νόσου τοῦ καρκίνου,* πάντας, Μῆτερ, διάσωσον,* ἵνα ὑ­μνῶ­μεν θερμῶς,* τὸν Λόγον Θεοτόκε.

 

δὴ ηʹ. Τὸν Βασιλέα…

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Τ

ὸν ῾Ιεράρχην,* τῆς τοῦ Χριστοῦ ἐκκλησίας* στρατι­αὶ ̉Ορθοδόξων ὑμνεῖτε* καὶ δοξολογεῖτε* εἰς πά­ντας τοὺς αἰῶνας.

 

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Τ

οὺς προσελθόντας* ἐν τῷ σεπτῷ σου τεμένι,* μὴ παρίδῃς, σοφὲ ῾Ιεράρχα,* καὶ ἐκ   τῶν  κινδύνων*  ἀπάλλαξον ἱκέτας.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Σ

ὴν μεσιτείαν* οἱ ἐν τῇ Τρίκκῃ οἰκοῦντες,* Οἰκου­μένιε, πόθῳ ἐξαιτοῦμεν,* ἵνα λυτρωθῶμεν* πυ­ρὸς τοῦ αἰωνίου.

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Ε

῾ λλήνων Κόρη,* καταφυγὴ ἀνεδείχθης,* καὶ ἀ­κοίμητος πάντων προ­στάτης˙* διό, Θεοτόκε,* ἀ­παύστως Σὲ ὑμνοῦμεν.

 

δὴ θʹ. Κυρίως Θεοτόκον…

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Θ

εόφρων ῾Ιεράρχα,* σοὶ ἀκαταπαύστως* τῶν  ̉Ορθο­δόξων τὰ πλήθη κραυγάζουσι,* ἐκ τῆς αἰ­ρέ­σεων πλάνης* πάντας προφύλαττε.

 

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπρ ἡμῶν.

Μ

ὴ παύσῃς, Θεοφόρε,* σὲ καθικετεύω* φρουρεῖν ἀ­παύστως ῾Ελλάδαν καὶ πόλιν σου* καὶ τὴν  ̉Ορθό­δοξον πίστιν* τάχος ἐξάπλωσον.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ο

̉ ρθόδοξοι ὑμνοῦσιν* καὶ δοξολογοῦσιν* ἀπαύ­στως σόν, Οἰκουμένιε, ὄνομα* καὶ τῇ σεπτῇ σου εἰκόνι* πόθῳ προσπίπτουσι.

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Ι

̉ λέωσαι Υἱὸν Σου,* Κεχαριτωμένη,* τὸν ἐπ̉ ἐμοὶ ὀρ­γισθέντα  δικαίως ῾Αγνή,* καὶ  τοῦ πυρὸς  τοῦ  ἀσβέστου,* τάχος μὲ λύτρωσε.

 

Καὶ εὐ­θὺς τὰΜε­γα­λυ­νά­ρια.

Α

­῎ ξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐν­δο­ξο­τέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν  ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

 

Χ

αίροις, Οἰκουμένιε θαυμαστέ,* οἰκουμένης κλέ­ος κα ῾Ελλήνων καταφυγή.* Χαίροις, τοῦ  ̉Α­ρείου πο­λέμιος ἀνδρεῖος* κα τῆς ̉Ορθοδοξίας,* πα­τὴρ τρι­σμέγιστος.

 

Τ

ῆς Καππαδοκίας μέγας βλαστὸς* καὶ τῆς Θεττα­λίας ἀντιλήπτωρ καὶ βοηθός.* Τῶν Τρικκαίων, μάκαρ, ἐδείχθης Ποιμενάρχης* καὶ πάντων τῶν δογ­μάτων φρουρὸς ἀκοίμητος.

 

Φ

ύλαττε τὴν Τρίκκην, θαυματουργέ,* καὶ τὴν Θετ­ταλίαν ἀπὸ πάσης ἐπιβουλῆς* καὶ τοὺς  ̉Ορ­θοδό­ξους  διάσωσον  ἐκ  λοίμης* τοὺς  πόθῳ  προσιόντας* πρὸ τῆς εἰκόνος σου.

 

Ε

῎ χουσι ̉Ορθόδοξοι ἀληθῶς* σέ, ὦ ῾Ιεράρχα, ὡς προ­στάτην καὶ ἀρωγόν,* διὸ σοι προσέρχονται πά­ντες,  ̉Αρχιθύτα,* καὶ πόθω ἐξαιτοῦσιν τὴν μεσι­τεί­αν σου.

 

Χ

αίροις, τῶν Τρικκαίων ὁ ἀρωγὸς* καὶ τῶν ἐν ἀ­νά­γκαις, Οἰκουμένιε, βοηθός.* Χαίροις, τῆς πα­τρί­δος ἡμῶν μέγας προστάτης* καὶ τῶν νοσοῦντων, μάκαρ,* θεράπων ἄριστος.

 

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σω­θῆναι ἡμᾶς.

 

Εἶτα ὁΧορὸς

 

Α

῞γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος  ̉Α­θάνα­τος ἐ­λέη­σον ἡμᾶς. (τρίς)

 

 

Δ

όξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύ­ματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώ­νας τῶν αἰώνων. ̉Αμήν.

 

Π

αναγία τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἰ­λά­σθη­τι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπο­τα, συγχώρι­σον τὰς ἀνο­μίας ἡμῖν. ῞Αγιε, ἐπι­σκεψαι καὶ ἴασαι τὰς ἀ­σθενείας ἡμῶν, ἕ­νεκεν τοῦ ὀνόματός σου.

 

Κύριε ἐλέησον (τρίς)

 

Δ

όξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώ­νων.  ̉Αμήν.

 

Π

άτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγια­σθήτω τὸ ὄ­νομά Σου, ἐλθέτω ἡ βασι­λεία Σου, γεννηθήτῳ τό θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀ­φίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσε­νέγκης ἡμᾶς εἰς πειρα­σμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 

Ὁ Ἱ­ε­ρεύς: ῞Ο­τι Σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α …

Ὁ Χορός:  ̉Α­μήν.  

 

Εἶ­τα τ̉̉̉Απολυτίκιον.  Ἦχος γʹ. Θείας πίστεως.

Τ

ρίκκης κλέϊσμα καὶ φωτοδότης* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθης,*  ̉Αρχιθύτα Οἰκουμένιε ἔνδο­ξε,* σὺ ἐν τῇ Πρώτῃ Συνόδῳ κατέδειξας* τὰ τοῦ  ̉Αρεί­ου διδάγματα βλάσφημα.* Μάκαρ ὅσιε,* τ Λόγ Χρι­στ τ Θε ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.

 

῾Ο ῾Ιερεύς: ̉  Ελέησον ἡμᾶς ὁ Θεὸς … καὶ μνημονεύει τὰ  όνόματα ὑπὲρ ὧν τελεῖται ἡ Παρά­κλησις καὶ ποιεῖ τὴν ἀπόλυσιν, Δόξα σοι Χριστὲ ὁ Θεὸς …

 

῾Ο χορός: Δόξα Πατρὶ καὶ Υἱῷ … Καὶ νῦν καὶ ἀεὶ … Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον.

 

   Τῶν πιστῶν ἀσπαζομένων τὰς  εἰκόνας  τῶν ῾Αγί­ων ψάλλομεν τὰ ἑξῆς:

 

Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…

Π

άντας προστατεύεις, ἀγαθέ,* τοὺς πιστῶς προ­σφεύγοντας πόθῳ* τῇ κραταιᾷ σου χειρί˙* ἄλ­λον γὰρ οὐκ ἔχομεν* ἁμαρτωλοὶ πρὸς Θεόν,* ἐν κιν­δύνοις καὶ θλίψεσιν,* ὡς μέγαν μεσίτην* οἱ κατακαμπτόμε­νοι ὑπὸ ποικίλων παθῶν,* πάτερ Οἰκουμένιε, σπεῦ­σον* καὶ τοὺς σοὶ προσπίπτοντας ῥῦσαι* πάσης περι­στάσεως* πρεσβείαις σου. 

 

Ἦχος πλ. δʹ.

Δ

έσποινα προσδεξαι,* τὰς δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἠμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

 

Ἦχος βʹ.

Τ

ὴν πάσαν ἐλπίδα μου,* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Τ

ῇ πρεσβείᾳ Κύριε* πάντων τῶν Ἁγίων* καὶ τῆς Θεο­τόκου* τὴν σὴν εἰρήνην δὸς ἡμῖν* καὶ ἐλέη­σον ἡ­μᾶς* ὡς μόνος οἰκτίρμων.

 

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡµῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡµᾶς.

Ὁ Χορ­ός: ̉ Α­μήν.

 

 

 

Δεν υπάρχουν σχόλια: