Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 14 Ιουνίου 2026

ΘΗΚΑΡΑ ΜΟΝΆΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14 ΑΙΩΝΑ. Εὐχὴ τοῦ Βλεμμύδου.Εἰς τὴν τρίτην Ὥραν.

 



Κύριε ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας αξιούμενος οὐ γινώσκω νίκησόν μου τὴν πώρωσιν, μόνε αγαθε και ΕΛΕΗΣΟΝ ΜΕ.


Κύριε καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρόν ποιεῖν οὐ παύομαι· τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοείται, ἢ τὶς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς καγω.

Μακροθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι και ελεησον με.


Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε

οἱ πιστοὶ κατὰ χρέος· τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ

ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν

και των ψυχων ημων.



 Εὐχὴ τοῦ Βλεμμύδου

Δέσποτα Παντοκράτορ· ὁ ὑπεράναρχος καὶ ὑπέρζωος καὶ ὑπέρθεος νοῦς ὁ Πατήρ ἡ ὑπερώνυμος ὑπερύπαρξις· ἡ ἀΐδιος καὶ κρυφία καὶ ὑπὲρ νοῦν πηγὴ τῶν ζωηρρύτων καὶ ἀρχιφώτων πηγῶν τῆς ἀγαθότητος καὶ τῆς δόξης· ὁ στηρίζων ἄκρα οὐρανοῦ ἐν ἀφάτῳ ἰσχύι τοῦ παναγίου σου Πνεύματος, διὰ τοῦ παντουργοῦ σου Υἱοῦ καὶ Λόγου ὡς οἶδας αὐτός· καὶ μετεωρίσας τὴν γῆν ἐπ᾽ οὐδενός, καὶ νέφεσιν ἐνειλίξας τὴν ἄβυσσον· ἡ ὑπὲρ ἔννοιαν ἀγαθότης· ἡ ἀπειροτάτη φιλανθρωπία· ὁ Θεὸς πάσης παρακλήσεως καὶ ἐλπίδος· ὁ τῷ Πνεύματί σου τῷ ἁγίῳ πρότερον μὲν τὰς δυνάμεις τῶν οὐρανῶν στερεώσας, ἔπειτα δὲ αὐτὸ τοῖς ἁγίοις σου ἀποστόλοις ἐν εἴδει πυρὸς ἐκχέας ἐπὶ σωτηρία τοῦ γένους ἡμῶν· ὁ τὸ μέγα καὶ φρικτὸν τῆς ἐνσάρκου οἰκονομίας τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν εὐδοκήσας τελεσιουργηθῆναι μυστήριον διὰ τὴν σωτηρίαν ἡμῶν· ὁ ὑφ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν δυσφημούμενος καὶ μὴ ὀργιζόμενος· καταφρονούμενος καὶ ἀνεχόμενος· ἀθετούμε καὶ μακροθύμως φέρων· καὶ πάντα παρέχων ἡμῖν οὕτως οὖσι, πλουσίως εἰς ἀπόλαυσιν· πάντας εἰς μετάνοιαν ἀγαγεῖν βουλόμενος· ὁ πᾶσαν τὴν κτίσιν εὐεργετῶν ἀεὶ τῷ ἐλέει σου· καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν σου, πλουσίας τοῖς πιστῶς ἐπικαλουμένοις σε παρέχων τὰς δωρεάς.

Αὐτὸς πανάγαθε Δέσποτα πρόσδεξαι κἀμοῦ τὰς δεήσεις τοῦ ἀχρείου δούλου σου, τοῦ εἰς σὲ καὶ μόνον ἐλπίζοντος.

Οἴκτειρόν με καὶ τῷ σῷ φόβῳ πᾶσαν μου ἀσφάλισαι τὴν ζωήν.

Ἀφάνισον τῶν ἁμαρτιῶν μου τὰ πονηρὰ φορτία· φώτισόν μου τὰ ὄμματα τῆς ψυχῆς.

Τὰς σάρκας μου ἅγνισον· τὴν διάνοιάν μου συνέτισον· τὴν καρδίαν μου ταπείνωσον.

Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα.

Θοῦ φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

α. εἰς τέλος ἀχθῆναι, ἐνεργηθῆναι, νὰ ἔλθῃ εἰς πέρας · β. βλασφημούμενος


Ῥῦσαι με ἀπὸ παντὸς ἔργου μωμητοῦν καὶ λογισμού βεβήλου.

Ενίσχυσόν με ἀποστρέφεσθαι λογισμῷ βεβαίῳ πάση ςἡδύτητος γεηρᾶς.

Ευόδωσόν με διανύσαι τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν.

Ελκυσόν μου πρὸς οὐρανὸν τὸ φρόνημα.

Δός μοι δάκρυα μετανοίας ἵνα πενθῶ διὰ τὰς πρότερον γινομένας μοι ἀνομίας.

Ἐνίσχυσόν με εἰς δοξολογίαν σὴν καὶ τοῦ μονογενούς σου Υἱοῦ καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ σου Πνεύματος.

Καταξίωσόν με ταῖς ἀρεταῖς ἐπὶ τῆς γῆς ὡς ἐν οὐρανῷ πολιτεύεσθαι.

Καὶ ἐπὶ πᾶσι τούτοις, ἔνδυσαί με θώρακα ἰσχυρόν, τὴν

μέχρι τέλους ὑπομονήν.

Καὶ στήριξον Κύριε τὴν σαθρότητα τῆς ὀλισθηρᾶς μου προαιρέσεως ἑστῶτος ἐνώπιον τῆς ἁγίας δόξης σου, καὶ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ὅτι τὸ ἔλεός σου Δέσποτα, μέγα καὶ κραταιὸν ἐπὶ πάντας τοὺς ἐλπίζοντας ἐπὶ σέ· πέποιθα ἐπὶ τὸ ἔλεός σου οὐκ ἔχω ποῦ ἀτενίσαι πλὴν τοῦ ἐλέους σου· τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστί· τὸ ἔλεός σου διαπαντὸς ἀντιλάβοιτό μου· τὸ ἔλεός σου καταδιώξαι με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τὸ ἔλεός σου προφθάσοι με· ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου· πλήρης ἡ γῆ τοῦ ἐλέους σου.

Ῥῦσαι με Κύριε ἀπὸ πάσης ἐπιβουλῆς ἀοράτων καὶ ὁρατῶν δυσμενῶν, ἀπὸ παντὸς κινδύνου ψυχικοῦ καὶ σωματικοῦ· ἀπὸ πάσης με αἰσχύνης τῆς ἐκ τῶν παθῶν, εἰς τὸ παντελὲς ἐλευθέρωσον.


Πρόσδεξαί μου πάσας τὰς προσαγομένας σοι δοξολογίας καὶ αἰνέσεις καὶ δεήσεις ὡς θυμίαμα ἐνώπιόν σου, καὶ δόξασον ἐν ἐμοὶ τὸ πανάγιόν σου ὄνομα.

Περίφραξόν με δυνάμεσιν ἱεραῖς, ὡς ἂν ἐντεῦθεν κατοχυρούμενος καὶ ὑπ' αὐτῶν σοφιζόμενος τὰ συνοίσονται, πάσαις μὲν πολεμίων βολίσιν, ἄτρωτος διαμένω· ἐν πάσῃ δὲ γνώσει, καλῶς καὶ ἀνεπιλήπτως διάγω· πᾶν νόημα, πάντα λόγον, πᾶσαν πρᾶξιν μου, πρὸς τὸ σὸν πανάγιον κατευθύνων θέλημα, κατὰ πάντα στοιχῶν τοῖς σωτηρίοις νόμοις σου.


Σοῦ γάρ ἐστι τὸ ἔλεος, σοῦ τὸ κράτος, σοῦ ἡ δύναμις καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμομεν σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ παναγίῳ καὶ καὶ ζωοποιῷ σου ἀγαθῷ  Πνεύματι· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Καὶ αὖθις ἡ Εὐχὴ αὕτη

Δέσποτα Θεὲ Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ μονογενες

μία δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσον με τὸν ἀνάξιον δοῦλον σου, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας. Ἀμήν.


Δεν υπάρχουν σχόλια: