Εἰς τὴν τρίτην Ὥραν
Πλύνον με τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν
πολλαῖς ἁμαρτίαις· διὸ κραυγάζω σοι· ἥμαρτον, ἱλάσθητί
μοι ὁ Θεὸς καὶ ἐλέησόν με.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλο
γημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν
Τὸ Κύριε ἐλέησον κ' μετανοίας ζ'· καὶ ἡ
Εὐχὴ
Εὐχαριστοῦμεν σοι Κύριε Ἰησοῦ Χριστέ· ὁ αὐτοτελὴς προτέλειος καὶ ὅλος διόλου παντέλειος καὶ ὑπερτελὴς Θεός· ὁ συνάναρχος καὶ σύνθρονος καὶ συναΐδιος τῷΠατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι· ὁ τὰ πάντα πληρῶν καὶ ὑπὲρ ἅπαντα ὢν καὶ συνέχων τὰ πάντα· καὶ ἐπὶ ἀφθαρσίαν τοῦ παντὸς ἐν τῷ ἀνθρωπίνῳ βίῳ γενέσθαι καταδεξάμενος, τέλειος Θεὸς ὢν καὶ τέλειος ἄνθρωπος διὰ τὴν ἡμετέραν σωτηρίαν γενόμενος.
Εὐχαριστοῦμεν σοι μόνε Υπερεύσπλαγχνε ὅτι τὰς ἀσθενείας ἡμῶν ἀνέλαβες, τὰς νόσους ἡμῶν ἐβάστασας, τῆς πλάνης ἡμᾶς ἐξήρπασας, τῆς υἱοθεσίας ἡμᾶς ἠξίωσας καὶ ὑπὲρ ἡμῶν τῶν δούλων σου ἠνέσχου παθεῖν.
Εὐχαριστῶ σοι Κύριε ὁ εὐτελὴς ἐγὼ καὶ ἀνάξιος δοῦλος σου, ὅτι κατηξίωσάς με καὶ ἐν τῇ ὥρᾳ ταύτῃ προσελθεῖν καὶ δοξολογῆσαι τὸ πανάγιον ὄνομά σου, ἐν ᾗ τὸ Πνεῦμα τὸ ἅγιον κατέπεμψας ἐπὶ τοὺς ἁγίους σου μαθητὰς καὶ ἀποστόλους ἐν εἴδει πυρίνων γλωσσῶν, διαμερίζων αὐτοῖς τὴν δωρεὰν καὶ τὴν χάριν σου. Αὐτὸς οὖν Δέσποτα προσκυνητέ, παράσχου καμοὶ τὴν αὐτὴν εὐλογίαν, ἵνα διὰ ψαλμῶν καὶ ὕμνων καὶ δεήσεων, ἐξιλεούμενός σε τὸν ἀγαθὸν Δεσπότην, ῥυσθῶ τῶν ἀποκειμένων μοι δικαίως δι᾽ ἃ ἐπλημμέλησα, δι' ὧν σε παρώργισα τιμωριῶν, καὶ τῶν ἐπηγγελμένων σοι τύχω ἀγαθῶν.
Εὐχαριστῶ σοι Κύριε ὅτι ἠξίωσάς με τὸν σφόδρα ἁμαρτωλὸν καὶ ἀνάξιον ὑπὸ τὸν χρηστόν σου γενέσθαι ζυγόν· καὶ ἐκ τοῦ βορβόρου τῶν κοσμικῶν πραγμάτων καὶ τοῦ βαθυτάτου ζόφου τῆς ἀγνοίας ἐρρύσω με.
Εὐχαριστῶ σοι Κύριε ὅτι καὶ ἔτι ἁμαρτάνοντα, οὐδὲ οὕτως ἀποστρέφῃ, ἀλλ' ὡς ἀγαθὸς πατήρ, καὶ πλέον τῶν γεννητόρων μου, τὸ πρὸς ἐμέ σου φίλτρον ἐπιδεικνύεις προμηθούμενός μου ἀεὶ καὶ κηδόμενος.
Εὐχαριστῶ σοι ὅτι ἐλευθεροῖς με ἀεὶ ἐκ τῶν ποικίλων παγίδων τοῦ ἐχθροῦ· καὶ τεθλιμμένον παρακαλεῖς, καὶ πενθοῦντα παραμυθῇ· καὶ φωτίζεις τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, καὶ τρέχοντα ἐπὶ τὸν πνευματικὸν ἀγῶνα ὑπαλείφεις· καὶ χαυνούμενον ἐπιστηρίζεις, καὶ τιτρωσκόμενον ἐξιᾷν· καὶ κατερραγμένον ἀνορθοῖς, καὶ πρὸς αὐτὸν τὸν πυθμένα μέλλοντα πίπτειν προφθάνων ἐξαιρῇ.
Εὐχαριστῶ σοι Κύριε ὅτι πολλὰ καὶ ὑπὲρ ἀξίαν τὰ ἐλέη σου ἃ ἐποίησας καὶ ποιεῖς εἰς ἐμὲ τὸν ἀνάξιον, ὧν οὐκ ἤμην ἄξιος καὶ ἃ οὐ προσεδόκων ἰδεῖν.
Ὑπὲρ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν, εὐλογῶ, προσκυνῶ, δοξολογῶ σε καὶ εὐχαριστῶ τῇ ἀγαθότητί σου ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ μυρίων θανάτων, τοὺς πόδας μου ἐξ ἀπείρων ὀλισθημάτων, καὶ τοὺς ὀφθαλμούς μου ἐκβάλλεις διὰ τῆς βίας ἀπὸ πικρῶν δακρύων.
Νῦν οὖν Βασιλεῦ αἰώνιε, ὁ δι' ἄκραν εὐσπλαγχνίαν ἐκ τοῦ Πατρὸς ἀποσταλεὶς ὅθεν οὐκ ἐχωρίσθης· καὶ σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας Παρθένου διὰ τὸ σῶσαι τὸ γένος ἡμῶν, ἀπόσμηξον πάντα σπίλον ἀπὸ τῆς ψυχῆς μου, καὶ ῥῦσαι με ἀπὸ ὑψηλοφροσύνης καὶ ὑπερηφανείας.
Δός μοι στῆναι κατὰ τοῦ διαβόλου ἐρηρεισμένον τῇ πίστει, τῇ διανοίᾳ στερρόν, ταῖς αὐτοῦ τέχναις ἀνάλωτον, πρὸς πάντα πόλεμον ὑπὲρ τοῦ ὀνόματός σου εὔζωνον.
Καὶ μὴ παραχωρήσῃς τὴν ψυχήν μου τοῖς πάθεσι σαλευθῆναι, μηδὲ τὸ ταμεῖον μου παρακινηθῆναι τῆς ἐπαινετῆς εὐσταθείας, μηδὲ λογισμῶν ἀστασίαις κατασεισθῆναι, μήδ' ἐνθυμήσεων πονηρῶν ὁμίχλῃ καταχλυωθῆναι, μηδὲ περιέργοις ἀνθρώποις καὶ πονηροῖς ἐπικοινωνεῖν, καὶ μηδοπωσοῦν προσπάθειαν ἔχειν πρὸς τὴν ἐνταῦθα ζωήν· ἀλλὰ τῇ πρὸς τὴν σὴν ἀγαθότητα ἐνηδύνεσθαι ἀγάπῃ, καὶ μόνοις τοῖς προστάγμασί σου ἀκολουθεῖν.
Καὶ ἀξίωσόν με ἀκατάκριτον παραστῆναι τῷ φρικτῷ καὶ ἀδεκάστῳ σου βήματι, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος ὑπάρχεις Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου