Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 14 Ιουνίου 2026

Αρχή τής Τρίτης Ώρας. ΘΗΚΑΡΑΣ








Ἀρχὴ τῆς τρίτης Ωρας

Εἰς τὸ τρίτον Κάθισμα

Μετὰ τὴν πρώτην Δόξαν

Στιχηρά, ἦχος δ'
Ἤθελον δάκρυσιν ἐξαλείψαι, τῶν ἐμῶν πταισμάτων

Κύριε τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαι

Πολεμει τὴν ψυχήν μου· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι
σῶσον με. σοι· ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με καὶ πολεμοι 
Δέσποτα Κύριε τοῦ ἐλέους, δωρεάν με οἴκτειρον ὡς τὸν
άσωτον· δίδου μοι δάκρυα μετανοίας, δαψιλῶς θρηνεῖν μου τὰ παραπτώματα· Δημιουργὲ τῶν ἁπάντων διὰ παντὸς πρόστηθία μοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι σῶσον με.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Χριστοῦ
τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων ποιητήν, ἵνα πάντες
κράζωμέν σοι· χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

Ασκητική
Ακολουθία
Εὐχὴ


Ελθὲ τὸ πάνσεπτον, τὸ παντουργόν, τὸ παντοκρατές Πνεῦμα τὸ παντεπίσκοπον, τὸ ὑπέρσοφον, τὸ ὑπερδύναμον· τὸ παντοδύναμον, τὸ ἀναλλοίωτον, τὸ ἄτρεπτον τὸ ἀπερίγραπτον, τὸ ἀκατάληπτον, τὸ ἀκατανόητον· τὸ ἀνεξιχνίαστον, τὸ ἀπειρόδωρον, τὸ ἀπειράγαθον· τὸ πληρωτικὸν τοῦ παντὸς κόσμου κατὰ 
δὲ τοῦ παντὸς κατὰ τὴν δύναμιν· ἡ αὐτοζωὴ καὶ πηγὴ
τὴν οὐσίαν, ἀχώρητον ζωῆς· ἡ αὐτοσοφία καὶ πηγὴ τῆς σοφίας· ἡ αὐτοδύναμις καὶ πηγὴ τῆς δυνάμεως· ὁ πανάγαθος καὶ πανοικτίρμων Θεός.


Ἐλθὲ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινὴ
προσδοκία.

Ἐλθὲ ὁ μόνος πρὸς μόνον· ὅτι μόνος εἰμὶ ὡς ὁρᾷς.

Ἐλθὲ καὶ ἐνσκήνωσον ἐν ἐμοὶ καὶ καθάρισόν με ἀπὸ
πάσης κηλίδος· καὶ συντήρησόν με ἀπὸ πάσης προσβολῆς καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου.


Εὐλογοῦμεν σε, ὑπερύμνητε παμβασιλεῦ ὑπεράγαθε·
ὅτι παρὰ σοῦ ἐστιν ἡμῖν τὸ εἶναι, τὸ ἀναπνεῖν, τὸ φρονεῖν,
τὸ γινώσκειν Θεὸν σὲ τὸ πανάγιον Πνεῦμα· καὶ τὸν ἄναρχον Πατέρα καὶ τὸν μονογενῆ τούτου Υἱόν.


Εὐλογοῦμεν σε, ὅτι ἐκ σοῦ ἐστὶν ἡμῖν κατανοεῖν κάλλος
οὐρανοῦ, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων εὐκο-
σμίαν, καὶ τὴν ἐν τούτοις πᾶσι εὐαρμοστίαν τὲ καὶ διάφορον κίνησιν.

Εὐλογοῦμεν σε, ὅτι ἐκ σοῦ ἐστὶν ἡμῖν κατανοεῖν ὡρῶν
ἐναλλαγήν, μεταβολὰς καιρῶν, μεταβολὰς ἀνέμων, ἐνι-
αυτῶν περιόδους.

Εὐχαριστοῦμεν σοι, ὅτι ἐκ σοῦ ἐστὶν ἡμῖν βασιλείαν
οὐρανῶν ἐλπίζειν, ἀγγέλων ἰσοτιμίαν, δόξης θεωρίαν· νῦν
μὲν ὡς ἐν ἐσόπτροις τὲ καὶ αἰνίγμασι, μετ' οὐ πολὺ δὲ τὴν
τελεωτέραν τὲ καὶ καθαρωτέραν.


Εὐχαριστοῦμεν σοι, ὅτι σὺ παρέχεις ἡμῖν γεωργίας τροφάς, τέχνας, νόμους, ἕξεις, ἀρετάς, πολιτείας.


Ποία γλῶσσα λαλήσει τὰ σὰ μεγαλεῖα Δέσποτα, τὰ
ὑπὲρ λόγον καὶ ἔννοιαν μεγάλα καὶ θαυμαστά;

Σὺ καθαρότητος καὶ ἁγιότητος, ἀέναος πηγὴ καὶ ἀκάματος· σοφίας τὲ καὶ δυνάμεως, ὑπερπληθὺς ἄβυσσος, απειρός τε καὶ ἀκατάληπτος· ζωῆς καὶ ἀθανασίας, ἀμέτρητόν τε καὶ ἀπεριόριστον πέλαγος· γνώσεως καὶ συνέσεως, ἀκένωτος καὶ ἀμείωτος θησαυρός· ἀγαθωσύνης καὶ
εὐσπλαγχνίας, παγκόσμιον ταμιεῖον καὶ ἀδαπάνητον.

Σὺ τοῖς προφήταις ἐνέπνευσας· καὶ τὰ ἐσόμενα προκα-
τήγγειλαν καὶ τὴν τοῦ μονογενοῦς σάρκωσιν προεκήρυξαν.

Σὺ πρὸς τὴν κεχαριτωμένην Μαρίαν ἐπιφοιτῆσαν, τὴν
ὡρισμένην πρὸ τῶν αἰώνων Μητέρα γενέσθαι Θεοῦ, τὴν
ἐκλελεγμένην ἐκ πασῶν γενεῶν ὡς ἄχραντον καὶ ὑπέραγνον· καὶ τὴν πανίερον ταύτης νηδύν, οἰκητήριον τοῦ Λόγου καὶ Θεοῦ κατεσκεύασας καὶ συνεδημιούργησας αὐτῷ τὸ αὐτοῦ πανάγιον πρόσλημμα.

Σὺ τῷ Χριστῷ Λόγω συνῆς ὡς ὁμοφυὲς αὐτῷ καὶ ὁμό-
τιμον, καὶ τῆς θεοσημείας συνειργάζου τὰ ἐξαίσια· μετὰ δὲ
τὸ ἀνελθεῖν αὐτὸν εἰς τοὺς οὐρανοὺς καὶ καθίσαι θεοπρεπῶς μετὰ τῆς προσληφθείσης οὐσίας ἐκ δεξιῶν τοῦ Πατρὸς ἀδιαστάτως ὡς Θεός, ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ τοὺς ἐποίησας ἐν σημείοις.
ἀποστόλους ἐλήλυθας ἐν εἴδει πυρίνων γλωσσῶν, καὶ λόγου καὶ σοφίας καὶ θάρσους αὐτοὺς ἐνεφόρησας· καὶ δυναμε, καὶ ἀναγαγεῖν ἐκ βυθοῦ παραπτώσεων ἑκουσίων 
Σοῦ τοίνυν δέομαι· σοὶ προσπίπτω· σὲ ἱκετεύω, ἐμοὶ
 καὶ καμφθῆναι τῷ δούλῳ σου καὶ ἐν χρηστότητι ἐπισκέψασθαί ἀγνώστων ὧνπερ οὐ συνιῶ· ἀπὸ παντός με καθᾶραι μολυσμοῦ σαρκὸς καὶ πνεύματος· ἁγιάσαι, σοφίσαι, συνετίσαι· πρὸς πᾶσαν γνῶσιν ὁδηγῆσαι σωτήριον, ἀνδρεῖον ἀναδεῖξαι καὶ ἀνένδοτον ἐν τοῖς πάθεσι, πάσης ὑπεναντίας δυνάμεως ἰσχυρότερον· ἐνδῦσαι με σπλάγχνα οἰκτιρμῶν, πραότητα, μακροθυμίαν, ἀλήθειαν, εὐθύτητα, σιωπήν· καὶ τὸ θεμέλιον πασῶν τῶν ἀρετῶν, τὴν ἐγκράτειαν· ἄξιον τῆς δόξης σου καταστῆσαι με ναόν· ἡγεμονικὸν ἐν ἐμοὶ εἶναι, φρουρητικὸν καὶ πάντων τῶν πλουσίων σου δωρεῶν παρεκτικόν.


Σὺ γὰρ ἡ τελεσιουργία πάντων τῶν ἀγαθῶν, καὶ σοὶ
τὸν ὕμνον, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ χρέος προσά-
γωμεν· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.

Πρόβατον εἰμὶ τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω τὸν ποιμένα τὸν καλόν· ζήτησόν με τὸν πλανηθέντα ὁ Θεὸς καὶ ἐλέησόν με.



Δεν υπάρχουν σχόλια: