ΠΑΝΑΓΙΑ ΜΟΥ.
Ἐν ἑσπέρᾳ πρωΐ, καὶ μεσημβρία, ἐν ἡμέρᾳ, νυκτὶ καὶ πάσῃ ὥρα, καὶ ἐν παντὶ καιρῷ καθικετεύω σε, στένων καὶ δακρύων, ἀσπάζομαι φόβῳ τὴν σὴν σεπτὴν Εἰκόνα.
Ἴασαι μου τὰ πάθῃ τῆς καρδίας φώτισον μου τὸν νοῦν ἐσκοτισμένον ὄντα, καὶ τὴν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καὶ υἱὸν ἡμέρας, καὶ φωτός με δεῖξον, Δέσποινα κληρονόμον.
Σὲ αἰνοῦσιν, ἀγγέλων πανηγύρεις, καὶ ὑμνοῦσιν ἀνθρώπων ὀμηγῆρεις, καὶ οὐρανὸς καὶ γῆς καὶ θάλασσα, πάναγνε κυρίως ἀνυμνολογοῦσι τὴν σὴν σεπτὴν Εἰκόνα.
Χαῖρε, πύλη, καὶ γέφυρα καὶ κλῖμαξ, ἐκ θανάτου πρὸς τὴν ἀθανασίαν, δι’ ᾖς χωροῦμεν διαπεραιούμενοι, τὴν ὑγρὰν τοῦ βίου θάλασσαν καὶ γῆθεν, ὑψούμεθα πρὸς πόλον.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου