Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 2 Μαΐου 2025

Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Εφραίμ τον εκ Τρίκκης .

 





Οσιομάρτυς  ̉Εφραμ ὁ ἐκ Τρίκκης

καὶ ἐν Νέα Μάκρ μαρτυρήσας

(1490)

 

(῾Η μνήμη του ἑορτάζεται τὴν 3ῃ Μαΐου)

 

Αγιος  ̉ Εφραίμὁἐκ Τρίκκης

 

Ο

 ῞Αγιος  ̉Εφραὶμ εἶναι ἕνας ἀπὸ τοὺς "νεοφανεὶς ἁγί­ους". ῾Η ζωὴ του ἀποκα­λύφθηκε προσωπικὰ στὴν μοναχὴ Μα­καρία στὰ μέσα τοῦ 20ου αἰ. ἀπὸ τὸν ἴδιο τὸν ῞Αγιο.

   ῾Ο ῞Αγιος, κατὰ κόσμο Κωνσταντῖνος Μόρ­φης, γεννήθη­κε στὰ Τρίκαλα στὶς 14 Σεπτεμβρίου 1384 μ.Χ. Σὲ μικρὴ ἡ­λικία ἔμεινε ὀρφανὸς ἀπὸ πατέρα καὶ τὴ φρο­ντίδα τῆς οἰ­κογένειας, μετὰ τὸν Θεό, ἀνέλαβε ἡ μητέρα του.

   Σὲ ἡλικία 14 ἐτῶν, γιὰ νἀ ἀποφύγει τὸν ἐξισλαμισμὸ πῆ­γε στὴν ῾Ι. Μ. τοῦ Εὐ­αγγελισμοῦ τοῦ ὄρους τῶν  ̉Αμω­μων, ὅ­που μετὰ ἀπὸ δοκι­μασία ἔγινε ἱερομόναχος. Τὸ 1424 μ.Χ. Τούρκοι εἰ­σέβαλαν στὸ Μοναστήρι κι ἔ­σφα­ξαν ὅλους τοὺς Πατέρες. ῾Ο ῞Αγιος ἀπουσίαζε στὴ σπηλιὰ του γιὰ προ­σευχὴ κι ὅταν ἐπέστρεψε ἀντίκρι­σε ἔ­ντρομος τὰ πτώματα τῶν Πατέρων.  ̉Αφοῦ τοὺς ἔθαψε τοὺς θρήνησε γοερῶς. Τὸ ἄλλο ἔτος ἐ­πανῆλ­θαν οἱ Τούρκοι καὶ βρῆκαν τὸν ῞Α­γιο τὸν ὁποῖον κρέμασαν σ̉ ἕνα δένδρο καὶ τὸν βασά­νισαν.  

   Κοιμήθηκε στὶς 5 Μαΐου τοῦ 1426 μ.Χ. Στὶς 3  ̉Ιανουαρίου 1950 βρέ­θηκαν τὰ λείψανά του. Τὸ 2011 τὸ Οἰκουμενικό Πατρι­αρχεῖο τὸν κατέταξε στὸ ὀρθόδοξο ἑορτολόγιο.

 

Παρακλητικς Κανν

ες τν Οσιομάρτυρα  ̉Εφραμ τν κ Τρίκκης

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τΚύριε εἰσάκουσον, μεθ̉̉ τΘες Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

 

Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Γ

ῆς τῶν Τρικκαίων θησαυρὸς πέλεις μέγας,* ῎Ο­ρους  ̉Αμώμων ἀετὸς ὑψιπέτης* καὶ μοναζόντων σέμνω­μα, ̉Εφραίμ ἱερέ˙* ῞Οθεν καταξίωσον τοὺς τι­μῶντας σην μνήμην* γαλήνης ἐμπίπλασθαι καὶ ποι­κίλων χα­ρίτων,* ἵνα δοξάζωσι συμφώνως οἱ πιστοὶ* τὸν σὲ δο­ξάσαντα σημείοις καὶ θαύμασι.

 

Δόξα Πατρὶ... Τ αὐτ ἤ τ ̉Απολυτίκιον

Ηχος πλ. δ’. Ταχύ προκαταλαβε.

Τ

ῆς Τρίκκης τὸ βλάστημα* καὶ τῆς ῾Ελλάδος φρου­ρός,* νοσοῦντων ἀλάνθαστος καὶ ταχινὸς ἰα­τρὸς* ἐδείχθης, μακάριε.* Σὺ γὰρ ἀνδρειοφρόνως* ἐν τῷ ὄ­ρει  ̉Αμώμων* ἔλαβες παρὰ Κτίστου* μαρτυρί­ου στε­φάνους.* ῞Αγιε  ̉Εφραὶμ θεοδόξαστε,* πρέσβευε τῷ Λόγῳ Θεῷ* σωθῆναι τὰς ψυχὰς ἡμῶν.  

 

Καὶ νῦν καὶ ἀεὶ ...Θεοτοκίον.

Ο

ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν,  Δέσποινα,  ἐκ σοῦ˙* σοὺς γὰρ δού­λους σῴ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

 

Εἶτα ὁ Νʹ (50ος) Ψαλμς καὶ ἀρχόμεθα τοῦ Κανόνος

δὴ αʹ.  Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας[1]

Ε

̉φραὶμ σοι προσπίπτω δεητικῶς* καὶ σοι, θεοφό­ρε,* χείρας αἴρω ἱκετικὰς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦ­μαι* ἣν δώρησαί μοι ταχέως, μακάριε.

 

Φ

ρονίμων παρθένων τὴν βιωτὴν* ἐζήλωσας, πά­τερ,* καὶ ἐβίωσας ἀληθῶς* διὸ καὶ κατέστης, ἀ­θλοφόρε,* τοῦ Παραδείσου οἰκήτωρ, τρισένδοξος.

 

Ρ

῾οὰς τῶν δακρύων μου, θαυμαστέ,* ̉Εφραίμ, μὴ πα­ρίδῃς,* ἀλλὰ δέομαι ταπεινῶς* θεράπευσον τάχος τὴν ψυχὴν μου* ἐκ τῶν παθῶν τῶν κρυφίων, πολύα­θλε.

 

Θεοτοκίον.

Α

̉ξίως τιμήσωμεν οἱ πιστοί,* Παρθένον Μαρίαν, τὴν Μητέρα τοῦ Λυτρωτοῦ* καὶ πάντων τῶν ἐν θλίψεσι ὄντων* καταφυγή καὶ ταχεῖαν ἀντίληψιν 

 

δὴ γʹ. Οὐρανίας ἁψῖδος…

Ι

῾κετεύω σε, μάρτυς* τὸν τῆς ψυχῆς τάραχον* κα τῆς ἀκηδίας τὴν ζάλην* τάχος διάλυσον* σὺ γάρ,  ̉Εφραὶμ  θαυμαστέ,* τῶν  ̉Ορθοδόξων  προστά­της* ἀνεδείχθης, ἅγιε,* καὶ καταφύγιον.

 

Μ

οναστῶν ἀνεδείχθης,* θαυματουργὲ ῞Αγιε,* καὶ τῶν ̉Ορθοδόξων, θεόφρων,* τεῖχος καὶ πρόμα­χος,*  διὸ  ἀπαύστως  πιστοὶ* πρός  σε  προσφεύ­γουσι πόθῳ* καὶ αἰτοῦσιν ἅπαντες* ῥώμην καὶ δύνα­μιν.

 

Σ

οὶ προσπίπτω ὁ τάλας,* θαυματουργὲ ῞Οσιε,* καὶ σοι αἴρω τὰς χείρας,* καθικετεύων σε,* θεράπευ­σόν μου ταχύ* ἐκ νοσημάτων ποικίλων* ἃ τὸ τάλαν σῶμά μου* κατατιτρώσκουσι.

 

Θεοτοκίον.

Ω

 ῏ Πανάχραντε κόρη,* χριστιανῶν καύχημα* καὶ τῶν ̉Ορθοδόξων τὸ κλέος* σὺ με προστά­τευσον* ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ* καὶ ἐκ δολίων ἀν­θρώπων* καὶ παθῶν, Πανάμωμε,* ψυχῆς ἀπάλλα­ξον. 

 

 

Δ

ιάσωσον* ἀπό κινδύνων ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες δεητικῶς, ̉Εφραίμ,* σοι προσφεύγο­μεν* ὡς ἔχοντα τῷ Χριστῷ παῤῥησίαν.

 

 

Ε

̉πιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶ­τα ὁ ῾Ι­ε­ρεὺς μνη­μο­νεύ­ει τὰ ὀνόματα δι̉ οὓς γίνεται ἡ πα­ρά­κλη­σις καὶ ὁ Χορὸς μεθ̉ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λει τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (τρίς).

 

 

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σ

ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον,* θαυμάτων πηγὴ* καὶ πιστῶν καταφύγιον* ὑ­πάρ­χεις, ̉Εφραίμ θεοπρόβλητε˙* διὸ πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσον ἡμᾶς* τοὺς πίστει σοι, μάρ­τυς, καταφεύγοντας.

 

δὴ δʹ. Εἰσακήκοα Κύριε…

Ζ

ηλοφθόνως πορεύομαι* καὶ ὑψηλοφρόνως ὁ τά­λας, ἔνδοξε,* διὸ σπεύδω σοι δεόμενος* καὶ αἰτοῦ­μαι χάριν σου καὶ ἔλεος.

 

Ε

̉λευθέρωσον τάχυον* ἐκ παντοδαπῶν παθῶν τὴν καρδίαν μου* καὶ τὸ σῶμα μου ἀπάλλαξον* ἐκ ποι­κίλων νόσων, ̉Εφραὶμ εὔσημε.

 

 

Τ

ῶν παθῶν ἐνδιαίτημα* γέγονα ὁ τάλας, ̉Εφραὶμ ἔν­δοξε,* διὸ σπεύδω σοι δεόμενος* ἔλεος ποιήσαι τῷ ἱκέτῃ σου.

 

Θεοτοκίον.

Ο

ἱ ποθοῦντες μετάνοιαν* καὶ καταλλαγῆναι Θε­ῷ, Πανάχραντέ,* σοι προστρέχομεν δεόμενοι* ἁμαρ­τάδων ἄφεσιν καὶ ἔλεος.

 

δὴ εʹ. Φώτισον ἡμᾶς…

Ν

έος ἀθλητὴς* ἀνεδείχθης, ἀξιάγαστε,* διὸ σοι πό­θῳ προστρέχουσι πιστοὶ* καθικετεύοντες λαβεῖν παθῶν τὴν νέκρωσιν.

 

Υ

῞μνους καὶ ᾠδάς* σοὶ προσφέρομεν ἱκέταις σου* τα­πεινῶς δεόμενοι, ̉Εφραίμ,* παρασχεῖν ἡμῖν* χαρὰν τὴν ἐπουράνιον.

 

Φ

ώτισον ἡμᾶς* τοὺς ἀχρείους, θεοδόξαστε,* καὶ Θεὸν ἱκέτευε θερμῶς* ἐκδιώξαι τῆς ψυχῆς τὸ σκό­τος, Πά­ντιμε.

 

Θεοτοκίον.

Α

῎ναρχον Θεὸν* καθικέτευε, Πανάχραντε,* ἵνα ῥυ­σθῶμεν τῶν τοῦ πονηροῦ* παγίδων καὶ πλανῶν,*  ̉Αειμακάριστε.

 

δὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Ν

εότης σοι καταφεύγει, ἅγιε,* καὶ αἰτεῖται σὴν στεῤ­ῥὰν προστασίαν* ἣν συ παράσχου ἀπαύ­στως, θεό­φρον,* καὶ ἐξ ἀπάτης τοῦ πλάνου διάσω­σον,* ἡ­μᾶς δὲ ἴχνεσι Χριστοῦ* τοῦ βαδίζειν ἀεὶ κατά­ξίωσον.

 

Α

̉παύστως τὸν Λυτρωτὴν ἱκέτευε* ὑπὲρ τῶν σῶν τέ­κνων, θεοφόρε,* καὶ ἐξευμένισον δέομαι, τά­χος,* ἵ­να ῥυσθῶμεν κινδύνων καὶ θλίψεων* καὶ λά­βωμεν χάριν Θεοῦ* οἱ ἀνάξιοι δούλοι σου, ἔνδοξε.

 

 

Ν

ῦν πάντες εἰς σὲ προσφεύγομεν πίστει* καὶ αἰτού­μεθα ἀπαύστως, θεόφρον,* τὸν Λυτρωτὴν καὶ Σω­τήρα τοῦ κόσμου* ὑπὲρ ἡμῶν ἱλέωσαι, μακά­ριε* καὶ βοήθει ἡμᾶς διελθεῖν* τὴν θείαν πύλην, ἀοί­δημε.

 

Θεοτοκίον.

Τ

ὴν δόξαν καὶ ̉Εκκλησίας τὸ κλέος* καταξίωσον ἰ­δεῖν, Θεοτόκε,* τῶν ἀλλοδόξων τὰ πλήθη, Παρ­θέ­νε,* καὶ εἰσελθεῖν ἐν αὐτῇ ταῖς πρεσβείαις σου* καὶ πάντας ἡμᾶς τοὺς πιστοὺς* σὺν ἀγγέλοις οἰκῆ­σαι βοήθησον.

 

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες δεητικῶς, ̉Εφραίμ,* σοι προσφεύγο­μεν* ὡς ἔχοντι τῷ Χριστῷ παῤῥησίαν.

 

Α

῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπη­σον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

 

Καὶ πάλιν δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ Χορὸς μεθ̉ ἑκά­στην αἴ­τη­σιν ψάλ­λει τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (τρίς).

 

Κοντάκιον. Ἦχος βʹ. Προστασία...

Σ

ὺ προστάτης ἡμῶν ἀκαταίσχυντος, ῞Αγιε,* καὶ με­σίτης πρὸς τὸν Ποιητὴν ἀκατάβλητος.* Μὴ πα­ρίδῃς ἁμαρτωλῶν δεήσεων φωνᾶς,* ἀλλὰ σπεῦ­σον συ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερ­μῶς δεομένων σου˙* ῥῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶζε ἐκ τῶν κινδύνων* τοὺς  ̉Ορθοδόξους, θαυμαστέ,*  ̉Ε­φραίμ, ῾Ελλάδος τὸ καύχημα. 

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

 

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέ­σχε μοι.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγ­γελί­ου, Εἰρήνη πᾶσι.

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου. 

῾Ο ῾Ιερεύς:̉Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ιʹ 32–36, ιαʹ 1) ἁ­γίου Εὐαγγελίου τὸ ἀνά­γνωσμα. Πρόσχωμεν

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Ε

πεν Κύριος τος αυτο Μαθητας˙ πς στις ὁ­μολο­γσει ν μοὶἔμπροσθεν τν νθρπων, μο­λογή­σω κγὼἐν ατῷἔμπροσθεν το πατρς μου τοῦἐν ορα­νος˙στις δ̉ ν ρνσητα με ἔ­μπροσθεν τν νθρπων, ρνή­σομαι ατν κγὼἔ­μπροσθεν το πατρς μου τοῦἐν οὐ­ρανος. Μ νομί­σητε τι λθον βαλεν ερνην π τν γν˙ οκ λ­θον βαλεν ερνην, λλ μχαιραν. ῏Ηλθον γρ δι­χσαι νθρω­πον κατ το πατρς ατο κα θυγα­τρα κατ τς μητρς ατς κα νμφην κατ τς πενθε­ρς ατς˙ καὶἐχθρο τοῦἀνθρπου ο οκια­κο ατο. Καὶἐγέ­νετο τε τλεσεν ὁἸησος δια­τσσων τος δδεκα μαθητας ατο, μετβη κεῖ­θεν το διδσκειν κα κηρσσειν ν τας πλεσιν αὐ­τν.

 

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Τ

αῖς τοῦ ῾Οσιάθλου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν καὶ ἀεὶ… 

Τ

αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα…

 

Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…

Μ

ὴ παρίδῃς, ἔνδοξε,* τῶν ̉Ορθοδόξων τὰ τέκνα,*  ̉Ε­φραίμ πανσεβάσμιε,* τῶν Τρικκαίων καύχη­μα καὶ προπύργιον,* νόσοι κατέβαλον* ὅλον μου τὸ σῶ­μα* καὶ τὸ ἄγχος μὲ κατέστησεν* ἀξιοθρήνητον* ὡς κα τῶν ἀνθρώπων περίγελων* ἰατρῶν βοήθειαν καὶ πα­ραμυθίαν οὐκ ἔχω πλέον,* διὸ σοι προσπίπτω* καὶ δέ­ομαι ὁ τάλας, ὦ  Εφραίμ,* μὴ  παραβλέπῃς τὴν  δέησιν* ἐμοῦ τοῦ τρισάθλιου.

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

Ο Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς δὰς τοῦ Κανόνος.

 

δὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Α

̉ νοήτως διῆλθον* τὸν τοῦ βίου μου χρόνον, χριστο­ειδέστατε,* διὸ σε ἱκετεύω* ματάνοιαν παρά­σχου,* ὅπως κράζω σωζόμενος˙* ῾Ο τῶν Πατέρων ἡ­μῶν* Θε­ός, εὐλογητὸς εἶ.

 

Τ

ῆς σαρκὸς τὰς κινήσεις* καὶ νοὸς τὰς ἐπάρσεις,  ̉Ε­φραίμ, σὺ κοίμησον,* ἐχθρῶν δὲ ἐπιθέσεις* κατά­στειλον ταχέως,* ἵνα πάντες κραυγάζωμεν* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.

 

Ο

῾λοψύχως βοῶ σοι* ὁ ἀχρεῖος ἱκέτης, ̉Εφραίμ τρι­σόλβιε,* διάσωσόν με τάχος* ἐκ πάσης ἐπηρείας,* ἵνα ᾄδω, μακάριε˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θε­ός, εὐ­λογητὸς εἶ.

 

Θεοτοκίον.

Τ

ῆς ψυχῆς μου τὰ πάθη,* Θεοτόκε Παρθένε, τά­χος διάλυσον* καὶ σῶσον σον ἱκέτην* ἐκ πάσης ἀῤῥω­στίας,* ἵνα χαίρων ἐξάδῳ σοι˙*῾Ο τῶν Πατέρων ἡ­μῶν* Θεός, εὐλογητὸς εἶ.

 

δὴ ηʹ. Τὸν Βασιλέα…

Τ

ὴν ἀκηδίαν,* ̉Εφραίμ, ταχὺ ἀπελαύνεις* καὶ παρέ­χεις σοῖς τέκνοις ἀπαύστως* δύναμιν καὶ ῥώ­μην,* σεμνὲ ῾Οσιομάρτυς.

 

 

Ο

῞λον τὸν βίον* κατεσπατάλησα, μάκαρ,* ἀσε­βῶς κα ἀσώτως διάγων,* διὸ σοι προστρέ­χω,*  ̉Ε­φραὶμ πνευματοφόρε.

 

Ν

ῦν σοι προσπίπτω* γονυκλινῶς, θεοφόρε,* καὶ σε­μνῶς ἱκετεύω σὲ μάρτυς,* ῥῦσαι τὴν ψυχὴν μου* ἐκ πάσης ἀσθενείας. 

 

Θεοτοκίον.

Τ

ὴν Θεοτόκον* τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυμνοῦ­σιν ἀπαύστως βοῶντες˙* Χαῖρε Θεοτόκε, τὸ κλέος τῶν ̉Αγγέλων.

 

δὴ θʹ. Κυρίως Θεοτόκον…

Π

 ροσπίπτομέν σοι, μάκαρ,* καὶ πάντες δεόμε­θα* τοὺς σοὺς ἱκέτας καλῶς διαφύλαξον* καὶ ἐκ χει­ρῶν ἀρχεκάκου* τάχος διάσωσον. 

 

Ν

ῦν πόθῳ δυσωπῶ σε,* ̉Εφραὶμ μεγαλομάρτυς,* καὶ προσκυνῶν σου τὰ λείψανα δέομαι* τοῦ παρα­σχεῖν τῷ ἀθλίῳ* τέλη ἀνώδυνα.

 

Υ

῾μνῶ σὲ καὶ γεραίρω,* ̉Εφραίμ, Τρίκκης τὸ εὔ­χος* καὶ τῶν ̉Αμώμων τοῦ ὄρους τὸ σέμνωμα* καὶ ἐξαι­τῶ ταῖς λιταῖς σου* πταισμάτων ἄφεσιν.

 

Θεοτοκίον.

Μ

αρία Θεοτόκε,* δόξα τῶν ̉Αγγέλων* καὶ τῶν πι­στῶν χαρμονὴ  καὶ βοήθεια,* τῷ  σῷ ἱκέτῃ παρά­-σχου* χαρὰν οὐράνιον.

 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

Α

­῎ξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐν­δο­ξο­τέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον  τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

 

 

Ν

ῦν Τρίκκη ἀγάλλεται, θαυμαστέ,* καὶ σοῦ, ἀθλο­φόρε, ἐξαιτεῖται τὴν ἀρωγήν,* ἣν τάχος παρά­σχου, σεμνὲ ῾Οσιομάρτυς,* καὶ ἐξ ἐχθρῶν ἀνόμων* ταύτην διάσωσον.

 

 

Ο

ὐκ ἔχω ὁ τάλας, θαυματουγέ,* ἀκλόνητον πί­στιν καὶ ἀγάπην εἰλικρινῆ,* διὸ καὶ πτοοῦμαι* Χριστὸν ἰδεῖν, θεόφρον,* καὶ σὲ προβάλλω πρέσβυν,*  ̉Εφραὶμ τρισόλβιε.

 

 

Τ

ὴν ῾Ελλάδα φύλαττε, θαυμαστέ,* ̉Εφραὶμ Νεομάρ­τυς,* ἐκ τῶν κυκλοῦντων αὐτὴν ἐχθρῶν* κατοῖς δεο­μένοις* παράσχου ὑγιείαν* καὶ ἔχειν, συ βοή­θει,* τέλη ἀνώδυνα. 

 

 

Ε

χουσα προστάτην καὶ βοηθὸν* ἡ Τρικκαίων πό­λις* οὐ πτοεῖται ἐξ ἀπειλῶν* παντοίων, θεό­φρον,* ὡς καὶ ἐκ τῶν παγίδων, ἃς ὁ σατὰν ἐκφαί­νει,* ̉Εφραὶμ τρι­σόλβιε.

 

Χ

αίροις ὁ τῆς Τρίκκης θεῖος βλαστὸς* καὶ τῆς  ̉Εκ­κλησίας ὁ ἀτίμητος θησαυρός˙* Χαίροις ὁ ποιή­σας* τὸ ὄρος τῶν  ̉Αμώμων* ἰάσεων ταμεῖον,* ̉Εφραίμ πα­νάρι­στε.

 

 

Π

λήθη ̉Ορθοδόξων τῇ σῇ Μονῇ* προσέρχονται, μά­καρ,* ἵνα λάβωσι παρὰ σοῦ* δύναμιν καὶ ῥώ­μην,*  ̉Ε­φραὶμ πνευματοφόρε,* τῶν ̉Ορθοδόξων κλέος* καὶ θεῖον καύχημα.

 

Π

ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

 

Εἶτα ὁΧορὸς

Α῞γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞Αγιος  ̉Α­θάνα­τος ἐ­λέη­σον ἡμᾶς. (τρίς)

Δ

όξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύ­ματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώ­νας τῶν αἰώνων.  ̉Αμήν.

 

Π

αναγία τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἰ­λά­σθη­τι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσπο­τα, συγχώρι­σον τὰς ἀνομί­ας ἡμῖν. ῞Αγιε, ἐπι­σκεψαι καὶ ἴασαι τὰς ἀ­σθενείας ἡ­μῶν, ἕ­νεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (τρίς)

 

Δ

όξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώ­νων.  ̉Αμήν.

 

 

Π

άτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγια­σθήτω τὸ ὄ­νομά Σου, ἐλθέτω ἡ βασι­λεία Σου, γεννηθήτῳ τό θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀ­φίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσε­νέγκης ἡμᾶς εἰς πειρα­σμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱ­ε­ρεύς: ῞Ο­τι Σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α …

Ὁ Χορός:  ̉Α­μήν.  

 

Εἶ­τα τ̉̉̉Απολυτίκιον.

Ηχος πλ. δʹ. Ταχὺ προκατάλαβε…

Τ

ῆς Τρίκκης τὸ βλάστημα* καὶ τῆς ῾Ελλάδος φρου­ρός,* νοσοῦντων ἀλάνθαστος καὶ ταχινὸς ἰ­ατρὸς* ἐδεί­χθης, μακάριε.* Σὺ γὰρ ἀνδρειοφρόνως* ἐν τῷ ὄ­ρει  ̉Αμώ­μων* ἔ­λαβες παρὰ Κτίστου* μαρτυρί­ου στε­φάνους.* ῞Αγιε  ̉Ε­φραὶμ θεοδόξαστε,* πρέσβευε τῷ Λόγῳ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.  

 

Δέησις ὑπό τοῦ ῾Ιερέως καὶ ἐν ποι­εῖ μι­κρὰν ἀπόλυσιν, Δόξα σοι Χριστὲ ὁ Θεὸς,… ῾Ο Χορός: Δόξα Πατρὶ… Καὶ νῦν… Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλό­γησον, ῾Ο ῾Ιερεύς: Χριστὸς ὁ ἀληθηνὸς Θεὸς ἡμῶν…

 

Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλ­λομεν:

Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…

Π

άντων ἐπακούεις, ἀγαθέ,* τῶν πόθῳ καὶ πί­στει αἰ­τοῦντων* τὴν προστασίαν τὴν σὴν,* μάρτυς ἀξιά­γαστε  ̉Εφραίμ παμφίλτατε,* καὶ κινδύ­νων καὶ θλί­ψεων* λυτροῦσαι σὰ τέκνα* τὰ κατατρυ­χόμενα* ὑ­πὸ ποικίλων παθῶν,* ὅθεν ἐν πολλῇ κατά­νύξει* δεόμε­θα πάντες* ῥῦσαι ἐκ τῶν νόσων ἡμᾶς, ἔνδοξε.

 

 

Δ

έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψε­ως.

 

 

Τ

ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπ τὴν σκέπην σου.

 

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.  ̉ Α­μήν.

 

 



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγι­ε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,εἰς δὲ τὰ δύο τελευταῖα:Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια: