῾Ο ῞Οσιος ̉Ασκληπιός
(27 Φεβρουαρίου)
Ο ῞Οσιος ̉Ασκληπιός ἦταν μαθητής τοῦ ῾Αγίου Πολυχρονίου (τιμᾶται 23 Φεβρουαρίου), πού διακόνησε τόν ῞Οσιο Ζεβινᾶ καί μιμήθηκε κατά πάντα τόν Γέροντα του στήν ἄσκηση. Τόν βίο τοῦ ῾Οσίου ̉Ασκληπιοῦ συνέγραψε ὁ Θεοδώρητος Κύρου στή Φιλόθεο ῾Ιστορία του.
Οἱ ῞Οσιοι
̉Ασκληπιός καί Πολυχρόνιος ζοῦσαν ἀσκητικά μακριά ἀπό τόν κόσμο μέ κύριο
ἔργο τους τήν ἀδιάλειπτη προσευχή, τή νηστεία καί τήν ἄσκηση. ῎Ετρωγαν μία φορά
τήν ἡμέρα, συνήθως, ἕνα παξιμάδι, μερικά μουσκεμένια ὄσπρια καί λάχανα πού εὔρισκαν
ἔξω ἀπό τό ἀσκητήριό τους, ἄν τούς περίσσευε κάτι ἀπό αὐτά πού εἶχαν τά ἔδειναν
στούς διπλανούς τους συνασκητάς.
῾Η ἁγιότητα τοῦ βίου τους καί ἡ παρρησία
τους στό Θεό ἔγιναν ἀφορμή συχνά νά δέχονται ἐπισκέψεις πονεμένων συναθρώπων
τους πού ἔρχονταν νά ζητήσουν τίς προσευχές τους γιά τή λύση τῶν προβλημάτων
τους.
῾Ο ῞Οσιος
̉Ασκληπιός μετά ἀπό μακροχρόνια ἄσκηση κοιμήθηκε ὁσιακά καί εἰρηνικά. ῾Ο
Δικαιοκρίτης Κύριος διά τήν ἀγάπη πού ἔδειξε πρός Αὐτόν καί τούς ἀδελφούς του
τόν στεφάνωσε καί τόν ἔκανε πολίτη τοῦ Παραδείσου.
Οἱ πιστοί τῆς περιοχῆς, μετά τήν κοίμησή
του, ἔτρεχαν στή χάρη του καί ἔπαιρναν ὅτι τοῦ ζητοῦσαν.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Οσιον ̉Ασκληπιόν
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση,
διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´
(142ος) Εὐθὺς ὁ Χορὸς σὲ Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,... (τετράκις).
Εἴτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν
̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει
κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι τοὺς ἱκέτας
σου,* ̉Ασκληπιέ
παμμάκαρ,* πάσης περιστάσεως
καὶ ἐκ νόσων ποικίλων* καὶ τὸν Χριστὸν εὐμένισον ταχύ* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ... Καὶ
τὸ ̉ Απολυτίκιον ῏Ηχος α’. Τῆς ἐρήμου...
Τῆς Συρίας τὸ κλέος καὶ θερμὸν ἀντιλήπτορα,* τῶν ̉Ορθοδόξων τὴν δόξαν καὶ φρουρὸν τὸν ἀκοίμητον* ̉Ασκληπιόν τιμήσωμεν πιστοὶ* τὸν μέγαν τοῦ
Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις
παντοδαπᾶς* τοῖς μετὰ πόθου ᾄδωσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* Δόξα τῷ σὲ
στεφανώσαντι˙* Δόξα τῷ παρέχοντι διὰ σοῦ ἡμῖν τὰ κρείττονα.
Καὶ νῦν… Θεοτόκιον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδή α´. ῾Υγράν
διοδεύσας...
Φρουρὸς σὺ ἀκοίμητος καὶ ἐλπὶς*
ἡμῶν ἀνεδείχθης,* θεοδόξαστε ἀθλητά,* διὸ σοι προσφεύγομεν ἱκέται* καὶ ἐξαιτοῦμεν
λιταῖς σου, μακάριε.
Κατάσβεσον βέλη τοῦ πονηροῦ* τὰ
πεπυρωμένα* ταῖς λιταῖς σου, ̉Ασκληπιέ,* καὶ τοῖς σὺ προστρέχουσι παράσχου*
καρδίαν νήφουσαν καὶ βίον ἔνθεον.
Βοήθει ἱκέτας, ̉Ασκληπιέ,* Θεῷ καταλλαγεῖναι δεόμεθα ταπεινῶς*
καὶ δάκρυα δίδου μετανοίας,* ὅπως ῥυσθῶμεν πυρὸς τῆς κολάσεως.
Μετάνοιαν παράσχου τῷ σῷ
υἱῷ,* Πανάχραντε κόρη,* ἱκεσίαις Σου τῷ Θεῷ* ὃν μυριάκις ὁ ἀχρεῖος* καὶ ἀσεβὴς
παρεπίκρανα, Δέσποινα.
ᾨδή
γ´. Οὐρανίας ἁψῖδος.
Τοῦ ἐχθροῦ
πανουργίας,* ̉Ασκληπιὲ ἔνδοξε,* σαῖς
λιταῖς διάλυσον τάχος* πόθῳ δεόμεθα* καὶ σὺ παράσχου ἡμῖν* τέλη ἀνώδυνα,
μάκαρ,* ὡς καὶ ἀνεπαίσχυντα* σὲ ἱκετεύομεν.
Λ υτρωτὴν τῶν ἀνθρώπων*
καὶ Πλαστουργὸν ἅπαντες* σὲ καθικετεύομεν πίστει* καὶ σοῦ δεόμεθα,* Τοῦτον εὐμένησόν
συ,* ̉Ασκληπιὲ φωτοφόρε,* τῶν πιστῶν τὸ
στήριγμα* καὶ καταφύγιον.
Τοῦ πυρὸς τὴν
μανίαν* λιταῖς σου κατάσβεσον,* ̉Ασκληπιέ, ἀγροὺς καὶ οἰκίας* σὺ διαφύλαξον,*
ἵνα ὑμνοῦμεν σὲ* τὸν τοῦ
Χριστοῦ στρατιώτην* τῶν
πιστῶν τὸ στήριγμα* καὶ κατάφύγιον.
Θεοτοκίον.
̉Ορθοδόξων τὰ
τέκνα* καλῶς διαφύλαττε* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* ταῦτα
σὺ τήρησον,* ἵνα πορεύονται* ἐν τῇ ὁδῷ τοῦ Υἱοῦ Σου* καὶ
Αὐτὸν δοξάζουσι* διὰ τοῦ βίου των.
Διάσωσον ἀπό
κινδύνων ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες,
̉Ασκληπιέ,* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίαν.
̉Επίβλεψον*
ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ
σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...
Σὺ πρέσβυς θερμὸς*
καὶ τεῖχος ἀπροσμάχητον,* ἐλέους πηγή,* τοῦ κόσμου καταφύγιον,* ἐκτενῶς βοῶμέν
σοι˙* ̉Ασκληπιέ πάντιμε, πρόφθασον, καὶ ἐκ
κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς πόθῳ καὶ πίστει σοι προσφεύγοντας.
ᾨδή
δ´. Εἰσακήκοα,
Κύριε...
Σὲ
ἐλπίδα καὶ στήριγμα* ὡς καὶ ἰατρὸν ἀνάργυρον ἔχομεν,* διὸ πίστει ἡμεῖς
σπεύδομεν* τῇ εἰκόνι σου,* ̉Ασκληπιὲ ἔνδοξε.
Τοὺς νοσοῦντας
θεράπευσον,* ̉Ασκληπιέ πάντιμε,
σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποιεῖν καλὰς διαγνώσεις
πάντοτε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, ̉Ασκληπιέ πανάριστε,* καὶ παράσχου ῥώσιν
ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
Θεοτόκε Πανάχραντε,* τὴν ῾Ελλάδαν
σπεῦσον καὶ διαφύλαξον* ἐξ ἐχθρῶν ποικίλων, ἔνδοξε,* οἱ πιστοὶ ἀπαύστως* σοῦ
δεόμεθα.
ᾨδή ε´. Φώτισον ἡμᾶς...
Λύτρωσον ἡμᾶς* ἐκ τῶν ὄγκων,
ἀξιάγαστε,* καὶ ὑγείαν παράσχου τοῖς πιστοῖς,*
̉Ασκληπιέ, πιστῶν ὁ φρουρὸς ὁ ἀκοίμητος.
Δίδου τοῖς πιστοῖς*
ὑγιείαν, Θεοδόξαστε,* καὶ τοῖς νοσοῦσι γίνου θεραπευτὴς* τῶν ῾Οσίων κλέος* καὶ
τῶν πιστῶν καταφύγιον.
῞Υπνον ἐλαφρὸν* καὶ
ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς
ψυχῆς τὰ πάθη κοίμησον.
Θεοτοκίον.
Δέσποινα θερμῶς* ἱκετεύω
Σε ὁ ἄθλιος* ὁμόνοιαν, εἰρήνην καὶ χαράν* τοῖς οἴκοις πάντων ἡμῶν*
παράσχου, ̉Αμόλυντε.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ...
Εἰρήνην τῇ ̉Εκκλησία ἐξαίτει* καὶ οἰκίαις πιστῶν τὴν
γαλήνην* τοὺς δέ προστρέχοντας πόθῳ καὶ πίστει* τῇ ἱερᾷ σου εἰκόνι διάσωσον* ἐκ
πάντων τῶν ἐπιβολῶν* καὶ ἐκ τῆς ἀνεργίας διάσωσον.
Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τῶν βελῶν τοῦ βελίαρ,
Θεόφρον* καὶ εἰς τὴν μάνδρα Χριστοῦ, Θεοφόρε,* σὺ καθοδήγησον πάντες δεόμεθα*
καὶ χάρισε, ̉Ασκληπιέ,* ἀνεπαίσχυντα τέλη ἱκέταις σου.
Νεότης σὺ
καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι,
παμμάκαρ ̉Ασκληπιέ, τάχος* ἐκ τῶν
ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς γῆς
καταπράϋνον δέομαι.
Θεοτοκίον.
Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ
πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον
πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον ἀπὸ
κινδύνων ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες,
̉Ασκληπιέ,* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίαν.
῎Αχραντε,* ἡ
διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...
Σὺ προστάτης τῶν
Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος·*
μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσον σύ,
θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου·* δέχου
ἡμῶν πρεσβείαις* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* θαυμαστὲ ̉Ασκληπιέ, ἰσχυρὸν* τῶν ̉Ορθοδόξων καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.
(δίς)
Στίχος: Καυχήσονται ῞Οσιοι ἐν
δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν
κοιτῶν αὐτῶν.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ
καταξιωθῆναι...
῾Ο Χορός: Κύριε ἐλέησον
(τρίς)
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν
ἁγίου…
῾Ο Χορός: Δόξα σοι,
Κύριε, δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε˙ ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
῾Ο Χορός: Δὀξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ Ἀθλοφόρου,* πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ
πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τὰ
πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα...
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπῃς με* σὺ τοῦ Χριστοῦ στρατιώτα,* ̉Ασκληπιέ
μακάριε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου˙* θλῖψις γὰρ ἔχει
με,* φέρειν οὐ δύναμαι,* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτημαι,* οὐδὲ καταφύγιον, ῞Οσιε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος μοναζόντων
καὶ δόξα ̉Ορθοδόξων, θαυμαστέ, * μὴ μου παρίδῃς τὴν δέησιν,* τὸ συμφέρον
ποίησον.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο
Χορός: Κύριε, ἐλέησον
(δωδεκάκις)
῾Ο
῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο
Χορός: ̉Αμήν.
Καὶ
ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδή ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας.
Τῶν ἀτέκνων κατέστης*
καταφύγιον μέγα σύ, Πνευματέμφορε,* καὶ πάντων τῶν ποθούντων* ἰδεῖν Θεοῦ τὴν
δόξαν* ἀρωγός, διὸ κράζωσι,* χαῖρε
̉Ασκληπιέ,* πιστῶν χαρὰ καὶ κλέος.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* ̉Ασκληπιὲ φωσφόρε, πάντες δεόμεθα* παράσχου ὑγιείαν*
ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κραυγάζωμεν·* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός
εἶ.
Νικητάς ἁμαρτίας* τοὺς πιστούς σὺ ἀνάδειξον,
Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι
καταφεύγομεν,* ̉Ασκληπιὲ θαυμαστέ,*
πιστῶν ἡ βακτηρία.
Θεοτοκίον.
Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ
ἀνάξιος* καὶ χείρας μού σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους
διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν αἰρετιζόντων.
ᾨδή η´. Τὸν Βασιλέα...
Εἰς σε προσφεύγω,*
̉Ασκληπιὲ θεοφόρε,* καὶ αἰτοῦμαι τὴν σὴν προστασίαν,* ἵνα ἀποκτήσω χαρὰν τε καὶ
ὑγείαν.
̉Αδυναμίας*
τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς
τοὺς γονέας* χαρὰν παρέχει, μάρτυς.
Τὴν ἀνομβρίαν* ὁ
Λυτρωτὴς καταπαύει* λιταῖς Σου,
̉Ασκληπιέ θεόφρων,* καὶ πιστοῖς
παρέχει* ὑγείαν καὶ εἰρήνην.
Θεοτοκίον.
̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν
τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς
μας ἐλπίδαν ἐμφυτεύεις.
ᾨδή
θ´. Κυρίως
Θεοτόκον...
Τριάδαν τὴν ῾Αγίαν* καὶ τὴν
Θεοτόκον* δοξολογοῦμεν πόθῳ, ̉Ασκληπιέ
σοφέ,* ὅτι ἀνέδειξαν πάντων* σὲ καταφύγιον.
̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,*
ὑπομονήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς
σου ἴασον.
Λιμὴν
σὺ καὶ προστάτης,* ̉Ασκληπιέ, ἐδείχθης*
καὶ τῶν ̉Ορθοδόξων τεῖχος ἀκράδαντον,*
καταφυγὴ τε καὶ σκέπη* καὶ ἀγαλλίαμα.
Τοὺς ῾Ιεραποστόλους* φύλαττε λιταῖς σου*
ἐκ τῶν ποικίλων κινδύνων, Παρθένε ἁγνή,* καὶ ̉Ορθοδόξους ἀπαύστως* σκέπε δεόμεθα.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς*
μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον*
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Πόλιν τῶν Τρικάλων, ̉Ασκληπιέ,* μὴ ἐγκαταλείπεις* ἀλλὰ γίνου αὐτῆς
φρουρός,* φύλαξ καὶ προστάτης,* καὶ ἰατρός, παμμάκαρ,* καὶ πάντων τῶν ἐν
θλίψει τὸ καταφύγιον.
Χαίροις ̉Ορθοδόξων ὁ ἀρωγὸς*
καὶ τῶν ἐν ἀνάγκαις ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις τῶν ἐν Τρίκκῃ, ̉Ασκληπιέ, βιούντων* ἀπάνεμος λιμένας καὶ
παραμύθιον.
῎Ογκους θεραπεύεις ὁλοτελῶς*
καὶ λοιμώδεις νόσους* διὸ πάντες ἱκετικῶς* καὶ μετὰ δακρύων,* ̉Ασκληπιέ, βοῶσι* ὑγείαν τε καὶ ῥώμην*
ἡμῖν σὺ δώρησον.
Δύναμιν ἀντλοῦσι
Χριστιανοὶ* προσπίπτοντες πόθῳ* πρὸ εἰκόνος σου τῆς σεπτῆς,* ̉Ασκληπιὲ μάκαρ,* τῶν ὀρφανῶν
προστάτα* καὶ πάντων τῶν ἐν θλίψει* τὸ
παραμύθιον.
Πάντας τούς προστρέχοντας
ἐπὶ σέ,* μὴ ἐγκαταλείπεις* εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,* ἀλλὰ ταῖς λιταῖς
σου,* ̉Ασκληπιὲ θεόφρον,* τοῦ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.
Σὺν Πολυχρονίῳ, ̉Ασκληπιέ,* Ποιητὴν καί Πλάστην* ἱκετεύσατε ἐκτενῶς,*
ὅπως ̉Ορθοδόξοις* παράσχῃ ὑγιείαν* ἀγάπην
καὶ ἐλπίδαν,* καὶ βίον ἔνθεον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου*
̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι
Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ
σωθῆναι ἡμᾶς.
῾Ο
Χορός: Τό Τρισάγιον, Δόξα Πατρί..., Παναγία Τριάς,…, Πάτερ ἡμῶν... καὶ ὁ
῾Ιερεύς: ῞Οτι σοῦ …
Εἶτα τὸ Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου...
Τῆς Συρίας τὸ κλέος καὶ θερμὸν ἀντιλήπτορα,* τῶν
̉Ορθοδόξων τὴν δόξαν καὶ φρουρὸν τὸν ἀκοίμητον,* ̉Ασκληπιὸν τιμήσωμεν πιστοὶ* τὸν μέγαν τοῦ
Σωτῆρος ̉Αθλητήν,* τὸν παρέχοντα ἰάσεις
παντοδαπᾶς* τοῖς μετὰ πόθου ᾄδωσι˙* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ
στεφανώσαντι˙* δόξα τῷ παρέχοντι ἡμῖν διὰ σοῦ τὰ κρείττονα.
Δέησις καὶ στὴ συνέχεια μικρᾶ ἀπόλυσις.Τῶν πιστῶν ἀσπαζομένων
τὰς εἰκόνας ψάλλομεν:
῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου...
Πᾶσι τοῖς
προστρέχουσι πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνας,* ̉Ασκληπιέ θαυμαστέ,* δίδου σὺ μετάνοιαν,*
ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ
πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ, ̉Ορθοδόξων τὸ κλέος* ἀσθενῶν ἐδείχθης
θεράπων* καὶ τῶν ἐν ἀνάγκαις
καταφύγιον.
῏Ηχος πλ. δ´.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων
σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,*
Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ
ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ̉Αμήν
[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε
τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα
Πατρὶ…, Καὶ νῦν… .

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου