Πάλαι ήμαρτεν Αδάμ, εμακρύνθη του Θεού·
βουληθείς δ’ ο Πλαστουργός, δούλου δέχεται μορφήν.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
Γάλα πίνει εκ μητρός· εις μετάνοιαν καλεί,
Διδαχών σκορπίζει φως, θαύματα πολλά ποιεί·
Κεφαλήν δ’ εχθρού πατεί, νεκρωθείς και αναστάς,ζωοδότης ων Θεός· και εις μέλλουσαν ζωήν.
Νηπενθή πιστούς καλεί, όπου πρώτος εισελθών
πάσαν έλαβεν αρχήν παρά του Θεού Πατρός.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
ΜΟΥΣΙΚΗ-ΜΕΛΟΣ : π.Διονύσιος Ταμπάκης
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου