Όσιος Ισίδωρος ο Πηλουσιώτης
(4 Φεβρουαρίου)
Όσιος Ισίδωρος ο Πηλουσιώτης
Ο Όσιος Ισίδωρος ο Πηλουσιώτης (περ. 360/370–440/450 μ.Χ.) γεννήθηκε στην
Αλεξάνδρεια από ευγενείς γονείς και έλαβε ανώτατη θεολογική και φιλοσοφική
μόρφωση.
ήταν σημαντικός Αιγύπτιος μοναχός, ηγούμενος και εκκλησιαστικός πατέρας, γνωστός
για τη μελέτη των Γραφών, το πλούσιο επιστολικό του έργο και την υπεράσπιση της
Ορθοδοξίας. Ασκήτευσε κοντά στο Πηλούσιο, (σημερινό Πορτ Σάιντ), άσκησε αυστηρή
ασκητική ζωή και τιμάται από την Ορθόδοξη Εκκλησία στις 4 Φεβρουαρίου.
Έχει διασωθεί μεγάλος αριθμός επιστολών του (περισσότερες από 2.000), οι οποίες
απευθύνονταν σε κληρικούς και λαϊκούς, προσφέροντας ερμηνείες των Γραφών,
πνευματικές συμβουλές και καυτηριάζοντας τα κακώς κείμενα της εποχής. Υπήρξε
ένθερμος υπερασπιστής της Ορθοδοξίας κατά των αιρέσεων, συνδέοντας την
πνευματική ζωή με την ορθή διδασκαλία.
Ο Άγιος Ισίδωρος, ο οποίος υπήρξε πρότυπο ασκητή, κοιμήθηκε με ειρήνη, ενώ
αποτμήματα του ιερού λειψάνου του βρίσκονται στις Μονές Φιλοθέου (Άγιον Όρος),
Αγίων Πάντων (Βαρλαάμ, Αγίων Μετεώρων) και Αγάθωνος (Φθιώτιδα).
Παρακλητικος Κανων εις τον Όσιον Ισίδωρον τόν Πηλουσιώτην
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις)
καὶ τὰ ἑξής:
Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τῷ ̉Ισιδώρῳ οἱ πιστοί δεῦτε πάντες* εὐσεβοφρόνως προσπεσόντες βοῶμεν* τῶν
̉Ορθοδόξων κλέος καί χαρά,* ῥῦσαι τούς προστρέχοντας* λοιμικῆς ἀσθενείας,* πάσης
περιστάσεως* καί ποικίλων κινδύνων* ταῖς πρός Χριστόν λιταῖς σου, ἀθλητά,* σέ γάρ
μεσίτην ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ… ̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…
Πηλουσίου τόν γόνον* καί Αἰγύπτου τό καύχημα* καί τῶν θεοφόρων Πατέρων* μιμητήν
καί ὁμότροπον,*Ισίδωρον τιμήσωμεν πιστοί* τόν μέγα τῶν Γραφῶν ἑρμηνευτήν,* τόν
θεώμενον τήν δόξαν τοῦ ̉Ιησοῦ* καἰ ὑπ ἀγγέλων ὑμνούμενον˙* δόξα τῷ σέ φωτίσαντι
Χριστῷ* δόξα τῷ σέ στεφανώσαντι,* δόξα τῷ σέ δωρήσαντι ἡμῖν* πρέσβυν ἀκοίμητον.
Καὶ νῦν καὶ ἀεί… Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ
διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ
δούλους σώζεις αεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας… [1]
̉Ισίδωρε, κλέος τῶν μοναστῶν,* πρός σέ καταφεύγω* καί αἰτοῦμαι σήν ἀρωγήν,* ἥν
τάχος παράσχου σῷ ἱκέτῃ* καί δώρησόν μοι μετάνοιαν, ἔνδοξε.
Σωτῆρα ἱκέτευε ἐκτενῶς* ὑπέρ τῶν ἱκετῶν σου,* ὦ ̉Ισίδωρε θαυμαστέ,* καί τήν σήν
βοήθειαν παράσχου* τοῖς πρός σέ πόθῳ προστρέχουσι, παντιμε.
̉Ιάσεις ποικίλας χριστιανοῖς* παρέχεις ἀπαύστως,* ὦ Ισίδωρε θαυμαστέ,* διό σοι
προσέρχονται ἀσμένως*τῶν Ορθοδόξων τά πλήθη, μακάριε.
Θεοτοκίον.
̉Αξίωσον, ῎Αχραντε Μαριάμ,* ἐμὲ τὸν ἀχρεῖον ἀκατακρίτως μεταλαβεῖν* τὸ Σῶμα καὶ τὸ
αἷμα τοῦ Υἱοῦ Σου,* εἰς ἁγιασμὸν ψυχῆς τε καὶ σώματος.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…
῾Ως ἀσώτως βιώσας θρηνῶ καί ὀδύρομαι* καί πρός σέ θερμῶς ἀνακράζω* σῶσόν με,
πάντιμε,* καί χάρισόν μοι, σοφέ,* τήν ψυχῆς ἠρεμίαν* καί καρπούς τοῦ Πνευματος*
μάκαρ ̉Ισίδωρε.
῾Ραβδισμῶν καί μαστίγων ἐγώ εἰμι ἄξιος* διό σοι προσέρχομαι πόθῳ* καί ἀνακράζω
σοι* τόν σόν ἱκέτην, σοφέ,* ἐν τῇ ὁδῷ τοῦ Κυρίου* ἐπανάγαγε, πάτερ,* τῇ μεσιτείᾳ σου.
̉Εργασίαν παρέχω τοῖς πονηροῖς δαίμοσι* καταγράψαι βίου μου πράξεις,* ἅς
ἀναισχύντως καί μετά ζήλου ποιῶ,* διό φοβοῦμαι τήν κρίσιν* καί πρός σε
προσέρχομαι* κλαίων, Ισίδωρε.
Θεοτοκίον.
̉Εραστής ἁμαρτίας καί τῶν αἰσχρῶν πράξεων* ὁ ἀχρεῖος γέγονα, Κόρη, ἐργάτης
δόκιμος* διό πρός σε, Μαριάμ,* χείρας ἱκέτιδας αἴρω* καί αἰτῶ τήν ἄφεσιν* ὧνπερ
διέπραξα.
Διάσωσον* ἐκ πάσης ζάλης ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες πρὀς σε,Ισίδωρε,
καταφεύγομεν* τόν μέγαν Πατέρα τῆς Εκκλησίας.
̉ Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ Χορός τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ…
Πρεσβείαν τήν σήν* κατέχοντες, φιλόχριστε,* ἐκ παγίδων πολλῶν λυτρούμεθα οἱ δούλοι
σου,* ἐκτενῶςβοῶμεν σοι,* ὦ ̉Ισίδωρε* τάχος πρόφθασον* καί ἐκ κινδύνων λύτρωσαι
ἡμᾶς* ὁ μέγα προστάτης τῶν ὑμνοῦντων σε.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
῾Υπηρέτης ὁλόθερμος* τοῦ Κυρίου γέγονας, τρισμακάριστε,* διό πάντες σοι
προσπίπτομεν* καί αἰτούμεθα χάριν, Ισίδωρε.
Χριστόν, μάκαρ, ἱκέτευε* καταπέμψαι ἡμῖν Πνεῦμα τό Άγιον* καί χάρισαι τοῖς
προστρέχουσιν* ὑγιείαν καί ῥώμην, Ισίδωρε.
Οἱ ἐλπίδα καί στήριγμα* ποθοῦντες, ̉Ισίδωρε τρισμακάριστε,* πρός σπεύδομεν
δεόμενοι* ταύτα δοῦναι ἡμῖν, Θεοδόξαστε.
Θεοτοκίον.
῾Υπέρ πάντων ἱκέτευε* τόν Υἱόν Σου, Κόρη ἀξιοτίμητε,* καί τάς τύψεις σύ κατεύνασον*
συνειδήσεώς μου, Θεονύμφευτε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς…
῞Υμνους ταπεινῶς* σοι προσφέρομεν,Ισίδωρε,* καί ἐξαιτούμεθα ἀεί οἱ πιστοί* τήν σήν
βοήθειαν καί σκέπηνἀξιοθαύμαστε.
Πόθους εὐλαβεῖς* τῇ καρδίᾳ μου, μακάριε* ̉Ισίδωρε, τάχος σύ ἄναψον,* ἵνα ὑμνῶ καί
δοξάζω Χριστόν τόν Κύριον.
῎Εμπλησον, σοφέ,* εὐφροσύνης τήν καρδίαν μου* καί πλήρωσον αὐτήν χαρᾶς, ὅσιε*
Ισίδωρε, ἐκκλησία τεῖχος καί πρόμαχος.
Θεοτοκίον.
῾Ρήματα Υἱοῦ* διετήρεις ἐν τῇ καρδίᾳ σου,* Παρθενομήτωρ ἀξιάγαστε,* τοῦτο ἀξίωσον
καμέ ποιῆσαι, ῎Αχραντε.
ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…
̉Ηλίου τοῦ νοητοῦ, ̉Ισίδωρε,* τάς ἀκτίνα σύ κατάπεμψον τάχος,* πάτερ, ἐμοι τῷ ἀθλίῳ
καί φαύλῳ* καί ἀποστάτῃ Χριστοῦ, παναοίδημε,* σοῦ δέομαι ὁ μισερός* ὀφθαλμούς τῆς
ψυχῆς μου διάνοιξον.
Ματαίων καί αἰσχρῶν ἐνθυμήσεων* καταγώγιόν εἰμι, ἀθλοφόρε,* διό πρός σε, ̉Ισίδωρε,
ἀπαύστως* χείρας ἱκέτιδας αἴρω, ὅσιε,* καί δέομαι ὡς Ιωνᾶς* ἐξ αὐτῶν τόν ἀχρεῖον
ἐξάγαγε.
῏Ω πάτερ, πρός σε προσφεύγομεν πάντες* καί αἰτούμεθα τήν σήν προστασίαν,* ἥν σύ
παράσχου ἱκέταις ἀπαύστως* καί ἐπεσκίασον πάντας, ̉Ισίδωρε,* τῶν ̉Ορθοδόξων,
ἀγαθέ,* βοηθός καί φρουρός ὁ ἀκοίμητος.
Θεοτοκίον.
Νοός ἡμῶν ἐνθυμήσεις, Πάναγνε,* καί καρδίας τά σκιρτήματα, μῆτερ,* τοῖς λόγοις τοῦ
Σοῦ Υἱοῦ καί Σωτῆρος* σύ ἐναρμόνισον τάχος δεόμεθα* καί πάντας ἰδεῖν, Μαριάμ,*
παραδείσου τά κάλλη ἀξίωσον.
Διάσωσον* ἐκ πάσης ζάλης ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες πρὀς σε, ̉Ισίδωρε,
καταφεύγομεν* τόν μέγαν Πατέρα τῆς Εκκλησίας.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα*
δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…
Σὺ προστάτης τῶν ̉Ορθοδόξων ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Λυτρωτήν
ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσον σύ,
μακαριστέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερμῶς δεομένων σου˙* ἅγνισον τήν ψυχήν
μου* καὶ φυλαξόν μου τό σῶμα,* ἀπό παγίδων πτερνιστοῦ,* Θεοδόξαστε ̉Ισίδωρε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁΙησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ
πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου
Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ
ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει
ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας
τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα
ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ
κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν
ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ
υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ … Ἦχος βʹ.
Ταῖς τοῦ ̉Ισιδώρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα … καὶ τὸ Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην
ἀποθέμενοι…
Μὴ ἐγκαταλείπης με* τῶν Ορθοδόξων προστάτα* τόν πρός σε προστρέχοντα* καί
ἱκετικῶς προσπίπτοντα, ῞Αγιε,* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* τῶν δαιμόνων
τὰ τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω ὁ ἄθλιος,* πάντοθεν
πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* ῞Οσιε Κυρίου,* ἐλπίς σὺ καί
προστάτης τῶν πτωχῶν* καὶ τῶν χηρῶν, ὦ ̉Ισίδωρε,* Πηλουσίου καύχημα.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…
῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ιουδαίας…
̉Ακλινῆ προστασίαν* σῷ ἱκέτῃ παράσχου, μάκαρ ̉Ισίδωρε,* καί διδου μοι τήν χάριν,* ἥν
πᾶσι καταπέμπεις* τοῖς ἀπαύστως βοῶσι σοι˙* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς
εἶ.
̉Ιατρόν σέ καλοῦμεν* τῶν ψυχῶν καί σωμάτων, ἀξιοθαύμαστε,* καί πάντων τῶν ἐν
θλίψει* καί ἐν στενοχωρίᾳ* ἀρωγόν ταχυνότατον* Ὁ τῶν Πατέρων ἡμῶν Θεός,
εὐλογητὸς εἶ.
Τήν ἡμῶν σωτηρίαν,* ὦΙσίδωρε μάκαρ, παρά Κυρίῳ αἴτησαι* καί δεῖξον τοῖς ποθοῦσιν
ὁδούς τῆς μετανοίας,* ἵνα πάντες κραυγάζωμεν* Ὁ τῶν Πατέρων ἡμῶν Θεός,
εὐλογητὸς εἶ.
Θεοτοκίον.
̉Ερευνήσας ὁ τάλας* τάς τοῦ βίου μου πράξεις ἐμελαγχόλησα* διό πρός σε
προσφεύγω,* Πανάχραντε Μαρία,* καί θερμῶς ἱκετεύω σε* φώτισον τόν νοῦν μου
ταχύ,* ἵνα Χριστόν δοξάσω.
ᾨδὴ η’. Τόν Βασιλέα…
̉Ιατρός πάντων* τῶνΟρθοδόξων ἐδείχθης* καί φρουρός τῶν χηρῶν, θεοφόρε,* διό σε
ὑμνοῦμεν* εἰς πάντας τούς αἰῶνας.
̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς
γονέας* χαρὰν, Ισίδωρε, παρέχει.
̉Εν Πηλουσίῳ* σύ ἡγιάσθης, Θεόφρον,* καί κατέστης ἡμῶν ποδηγέτης* καί ταῖς
ξυγγραφαῖς σου* ἐφώτισας τόν κόσμον.
Θεοτοκίον.
῏Ω Θεοτόκε, γονυκλινῶς σύ προσφεύγει ὁ ἀχρεῖος καί φαῦλος ἱκέτης* καί πόθῳ
αἰτεῖται* μετάνοιαν καί πίστιν.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
῾Ροήν μου τῶν δακρύων* μή ἀποποιήσῃς* τῆς εκκλησίας τό κλέος,Ισίδωρε,*ἀλλά
παράσχου μοι τάχος* Πάτερ, μετάνοιαν.
Γεώργιον Κυρίου* ποίησον, Θεόφρον,* τόν σόν ἀχρεῖον ἱκέτην,Ισίδωρε,* καί ἀρετῶν με
ἐργάτην* τάχος ἀνάδειξον.
̉Ιάσεων ταμεῖον,* Πάτερ, ἀνεδείχθης* σύ καί φρουρός τῶν ψυχῶν ὁ ἀκοίμητος* καί
μοναζόντων, Θεόφρον,* κλέος καί καύχημα.
Θεοτοκίον.
῾Ο τἀλας καί ἀχρεῖος* σέ καθικετεύει* καί συ προσπίπτει δεόμενος, ῎Αχραντε,* τούς
προσιόντας σοι πίστει* χαρᾶς ἀξίωσον.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ
παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,*
τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Σέ τοῦ Πηλουσίου τόν πολιστήν* καί τῆς ̉Εκκλησίας τόν ἀτίμητον θησαυρόν* καί τῶν
Ορθοδόξων* ἀκοίμητον προστάτην* ὑμνοῦμεν μετά πόθου,* θεῖε Ισίδωρε.
῞Ολον μου τόν βίον, Θαυματουργέ,* διῆλθον ἀσώτως* διό τρέμω καί δειλιῶ* καί πρός
σε προσφεύγω,* ̉Ισίδωρε θεόφρον,* καί δέομαι ὁ τάλας* σῶσον ἱκέτην σου.
Νέκρωσον τά πάθη μου, θαυμαστέ,* ̉Ισίδωρε μάκαρ,* καί παράσχου τῷ σῷ υἱῷ*
δύναμιν καί ῥώμην* καί ζῆλον ἐργασίας,* ἵνα Χριστόν κερδίσω* ὁ τάλας, ἔνδοξε.
῎Ιλεος γενοῦ μοι τῷ ταπεινῷ,*Ισίδωρε μάκαρ,* τῶν Πατέρων ἡ καλλονή* καί τόν
βυθισθέντα ὑπό τῆς ἁμαρτίας* εἰς εὔδιον λιμένα* τάχος ἐξάγαγε.
Σύ ἐμοῦ προστάτης τε καί φρουρός,* πάτερ, ἀνεδείχθης* καί πανίσχυρος ἀρωγός* σύ
καί τήν ψυχήν μου,* ̉Ισίδωρε ἐκτρέφεις* διά τῶν ξυγγραφῶν σου* ἅς καταλέλοιπας
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι
Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: ῞Αγιος ὁ Θεός, ῞Αγιος… (τρίς). Δόξα Πατρί … Παναγία Τριάς,… Κύριε,
ἐλέησον (τρίς). Δόξα Πατρὶ … Πάτερ ἡμῶν… ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν...
Εἶτα τὸ ̉̉̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…
Πηλουσίου τόν γόνον* καί Αἰγύπτου τό καύχημα* καί τῶν θεοφόρων Πατέρων* μιμητήν
καί ὁμότροπον,* ̉Ισίδωρον τιμήσωμεν πιστοί* τόν μέγα τῶν Γραφῶν ἑρμηνευτήν,* τόν
θεώμενον τήν δόξαν τοῦ ̉Ιησοῦ* καἰ ὑπ̉ ἀγγέλων ὑμνούμενον˙* δόξα τῷ σέ φωτίσαντι
Χριστῷ* δόξα τῷ σέ στεφανώσαντι,* δόξα τῷ σέ δωρήσαντι ἡμῖν* πρέσβυν ἀκοίμητον.
῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καὶ εἶτα μικρὰν ἀπόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς
εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου… ῏Ηχος βʹ.
Πάντων σύ προστάτης, ἀγαθέ,* καί τῶν σωτηρίαν ποθοῦντων* σύ εἶ φρουρός
ἀσφαλής* ἄλλον γάρ οὐ ἔχομεν* τῶν ̉Ορθοδόξων πληθύς* πρεσβευτήν ἀκατάβλητον*
καί μέγαν μεσίτην* οἱ κατατρυχόμενοι ὑπό ποικίλων παθῶν.* Κλέος ἀνεδείχθης καί
δόξα˙* διό σοι προσπίπτωμεν πόθῳ* πάντες οἱ ̉Ορθόδοξοι, ̉Ισίδωρε.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τήν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν
σκέπην σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Αμήν.
(1). Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ
τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου