Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 24 Ιανουαρίου 2026

Παρακλητικός Κανών εις την Οσιονεομάρτυρα Αγίαν Μαργαρίταν. Ποίημα του κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

 




Η ῾Οσιονεομάρτυς ῾Αγία Μαργαρίτα


(25 Ιανουαρίου)


῾Η ῾Οσιονεομάρτυς ῾Αγία Μαργαρίτα



Η Αγία Μαργαρίτα ήταν ηγουμένη στην Ιερά Μονή Αγίου

Ιωάννου Προδρόμου στην πόλη Μενζελίνσκ της Ρωσίας.

Είχε ελληνική καταγωγή και οργάνωσε το μοναστήρι της

κατά τα πρότυπα των παλαιών μοναστηριών της Ελλάδος.

Επί των ημερών της, το μοναστήρι παρουσίασε ιδιαίτερη

πνευματική άνθιση. Διακρινόταν για τη μόρφωση, τη σύνεση αλλά και την αυστηρή

ασκητική ζωή, την οποία με την καθοδήγηση της ακολουθούσαν και οι μοναχές.

Το μοναστήρι είχε φυτείες με οπωροφόρα δένδρα, λαχανόκηπους, εργαστήρια εικόνων,

χρυσοκεντήματος και φωτογραφίας.

Όταν τον Σεπτέμβριο του 1918, τα ''λευκά'' στρατεύματα έφυγαν από την περιοχή

του Καζάν, η γερόντισσα Μαργαρίτα, φοβούμενη τους Μπολσεβίκους τα ακολούθησε με

τους άλλους πρόσφυγες. Ο Άγιος Νικόλαος όμως εμφανίστηκε στον ύπνο της και της

είπε: ''Γιατί φεύγεις από τον στέφανό σου;''. Η Γερόντισσα επέστρεψε

στο Μοναστήρι και ετοίμασε τα της κηδείας της. Την επομένη, κατά τη διάρκεια της

Θείας Λειτουργίας, οι επαναστάτες την συνέλαβαν, την έσυραν στην πόρτα του Ναού

και την εκτέλεσαν.

Η μνήμη της τιμάται την 25η Ιανουαρίου.


Παρακλητικός Κανών


εἰς τὴν ῾Οσιονεομάρτυρα ῾Αγίαν Μαργαρίταν

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου


Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος) καὶ εἶτα ὁ χορὸς

σὲ Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,… (τετράκις) καὶ τὰ παρόντα

Τροπάρια.


Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.


Τ ὴν Θεοδόξαστον ὑμήσωμεν πάντες* τῶνΟρθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν

κατανύξει ᾀδωντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, παμμακάριστε* Μαργαρίτα θεόφρων*

πάντας τοὺς σοι προστρέχοντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου,

θαυμαστή,* σὺ εἶ τῶν πιστῶν φρουρὸς ὁ ἀκοίμητος.


Δόξα Πατρὶ… Ἀπολυτίκιον Ἦχος α’. Τῆς ἐρήμου πολίτης.


Τ ῆς ῾Ρωσίας τόν γόνον* καὶ ῾Ελλάδος τὸ καύχημα,* τῆςΟρθοδοξίας τὸ κλέος* καὶ

ἡμῶν ἀντιλήπτορα,* Μαργαρίταν, τιμήσωμεν πιστοί* πάντων τῶν χριστιανῶν τὴν

χαρμονή,* αὔτη παρέχει δωρεὰν* ὑγείαν τοῖς πίστει ᾂδωσι˙* δόξα τῷ δεδωκότι σοι

ἰσχύν,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν* διὰ σοῦ τά κρείττονα.


Καὶ νῦν … Θεοτοκίον.


Οὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ

προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ

διεφύλαξεν ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ

δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Εἶτα τὸν Νʹ (50ος) Ψαλμόν (χύμα).Ελέησόν με, ὁ Θεός,… καὶ ἀκολουθοῦν αἱ ᾨδαὶ

τοῦ Κανόνος. 1


ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…


Τὰ γόνατα κλίνω δεητικῶς* πρὸς σε, Μαργαρίτα,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος

παράσχου σῷ ἱκέτῃ* τῶν Ορθοδόξων φρορός ἡ ἀκοίμητος.

Η ̉γάπησας Κτίστην ἀπὸ παιδός* διὸ ἐνεδύθης τὸν χιτώνα τῶν μοναστῶν* καὶ ἔλαβες,

δύναμιν ἐκ Πλάστου* τοῦ θεραπεύειν τοὺς ὄγκους, ἀνάργυρε.

Νεότητα σκέπε, θαυματουργέ,* καὶ φύλαττε ταύτην* ἐκ παγίδων τοῦ μισεροῦ,* τοῖς δὲ

σοὶ προσφεύγουσι παράσχου,* χαλινὸν γλώττης, Μά-ρτυς Θεοδόξαστε.


Θεοτοκίον.


Παρθένε προσπίπτω δεητικῶς, καὶ χείρας μου αἴρω, ἐξαιτούμενος ἀρωγήν, ἥν τάχος

παράσχου σῷ ἱκέτῃ, ἵνα ῥυσθῶ τοῦ πυρὸς, Θαυματόβρυτε.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…


Ορφανῶν ἀνεδείχθης, καταφυγὴ, Εὔσημε,* καὶ τῶν ἀσθενούντων προστάτης, μάρτυς,

ἀνάργυρος* διὸ προσέρχονταί σοι,* τῶν Ὀρθοδόξων χορείαι, καὶ αἰτοῦσιν πάντιμε, τὴν

μεσιτείαν σου.

Τὴν εἰρήνην παράσχου* ἡμῖν ἀξιάγαστε, καὶ τὰς τῶν ἐχθρῶν ἐπιθέσεις

ἀποσκοράκισον,* ἵνα διάγωμεν νῦν* ἐν ἡσυχίᾳ καὶ πίστει* καὶ Χριστὸν δοξάζοντες,*

Κόρη Θεόφιλε.

̉Ανυπόκριτον πίστιν τε καὶ ἀταλάντευτον* παρέχει λιταῖς σου ὁ πάντων,* Πλάστης καὶ

Κύριος* διὸ σοι θαυμαστέ* θερμῶς προσφεύγομεν πάντες,* Μαργαρία, αἰτοῦντες* τὴν

σῇ βοήθειαν.


Θεοτοκίον.


̉Ορθοδόξων ἐδείχθης, καταφυγὴ Δέσποινα, καὶ τῶν μοναζόντων τὸ κλέος,

Θεομακάριστε, τῶν ἀσθενούντων ἀεί, σὺ ἰατρὸς καὶ προστάτης, καὶ χηρῶν ὑπέρμαχος,

ἀκατανίκητος.

Διάσωσον* ἀπὸ κινδύνων, τοὺς ἱκέτας σου, Μαργαρίτα,* ὅτι πάντες δεητικῶς πρὸς σε

καταφεύγομεν* τὸν μέγαν τῶν Ορθοδόξων προστάτην.

̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος

κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή...


Σὺ πρέσβυς θερμός,* καὶ τεῖχος ἀκατάβλητον,* ἐλέους πηγὴ* καὶ πάντων καταφύγιον,*

ἐκτενῶς βοῶμέν σοι˙* Μαργαρίτα πάντιμε,* πρόφθασον, καὶ ἐκ τῶν νόσων φύλαξον

ἡμᾶς,* ἡ μόνη ἰατρὸς ἡ ἀλάνθαστος.


ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…


Σ ὺ τὴν γλῶσσάν μου φύλαξον,* ἐκ τῆς κατάκρίσεως, τρισμακάριστε,* καὶ τὸ στόμα μου

διάνοιξον* τοῦ δοξάζειν, Κτίστην τὸν τοῦ σύμπαντος.


1 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ

δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…


῾Ο λαὸς ἱκετεύει σε,* Μαργαρίτα ἔνδοξε καὶ Πανάριστε,* σκέπε πάντας καὶ διάσωζε* ἐκ

κινδύνων καὶ θλίψεων, ἔνδοξε.

Θεόν, μάρτυς, ἠγάπησας* καὶ αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας˙* διὸ ἔλαβες τὸ

χάρισμα* τοῦ παρέχειν ἰάσεις τοῖς πάσχουσιν.

Θεοτοκίον.


Παναγία Πανάχραντε,* ἀνεπαίσχυντα τέλη Σὺ παράσχου μοι* καὶ τὸν κλύδωνα

κατεύνασον,* τῶν ἐμῶν πταισμάτων Θεοδόξαστε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…


῞Υμνους καὶ ᾠδὰς* ἀναμέλπομέν σοι, Μαργαρίτα μάρτυς πάνσεμνε,* θαυμάτων ἡ

πηγή,* σύ καὶ φρουρὸς ὁ ἀκοίμητος* τῶν ὑμνοῦντών σε

Λύτρωσαι ἡμᾶς,* Μαργαρίτα θεοδόξαστε,* ἐκ πάσης νόσου καὶ πικρὰς θλίψεως* καὶ

σοὺς ἱκέτας μετανοίας καταξίωσον.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Μαργαρίτα

θαυμαστή,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.


Θεοτοκίον.


῾Ως λαμπάς, Θεοδόξαστε,* συ φωτίζεις τῶν πιστῶν τήν διάνοιαν* καὶ θερμαίνεις τὰς

ψυχὰς ἡμῶν,* Θεοτόκε, Ορθοδόξων καύχημα.

ᾨδὴ στʹ. Τὴν δέησιν


Τ ῶνΟρθοδόξων τὰ πλήθη, ἔνδοξε* σοῦ θερμῶς δέονται, κόρη, ἀπαύστως˙* ῥῦσαι

ἱκέτας, μάρτυς Μαργαρίτα,* ἐκ τῶν ποικίλων ἰώσεων τάχιον* καί Κύριον τῶν οὐρανῶν*

ἐξευμένησον πάντες δεόμεθα.

῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,*Ορθοδόξων οἱ χοροὶ, θεοφόρε,* καὶ ἰατρὸν ἐν

τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν, μάρτυς τρισόλβιε,* δεόμεθά σου ταπεινῶς,* ἐκ

παθῶν καὶ κινδύνων διάσωσον.

Τ ὰ τέκνα τῶνΟρθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, θεόφρων,* καὶ ταῖς

λιταῖς σου, μάκαρ Μαργαρίτα,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου

ταπεινῶς* οἱ ἀχρείοι ἱκέτες σου, εὔσημε.

Θεοτοκίον.


Ν ευρώσεις σύ, ἀπελαύνεις, Ἄχραντε,* καὶ τὰς νόσους θεραπεύεις σῶν δούλων* καὶ

ταῖς ψυχαῖς ἱκετῶν σου παρέχεις* ἀκαταπαύστως βοήθειαν, ἔνδοξε,* σοῦ δέομαι ὁ

δυσμενής* τῆς ψυχῆς μου τὰ ὄμματα ἄνοιξον.

Δ ιάσωσον* ἀπὸ κινδύνων, τοὺς ἱκέτας σου, Μαργαρίτα,* ὅτι πάντες δεητικῶς πρὸς σε

καταφεύγομεν* τὸν μέγαν τῶν Ορθοδόξων προστάτην.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα

δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ εἶτα τὸ Κοντάκιον. Ἦχος β´. Προστασία.

Σ ὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Λυτρωτὴν

ἀμετάθετος,* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον,

θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερμῶς κραυγαζόντων σοι,* δέχου ἡμῶν


πρεσβείας* καὶ σπεῦσον εἰς ἱκεσίαν,* τῶν Ὀρθοδόξων ἰσχυρόν,* Μαργαρίτα,

καταφύγιον.


Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.


Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. (δίς)

Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις Αὐτοῦ

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν…

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: Εκ τοῦ κατὰ Λουκᾶν (Κέφ. 21: 12-19)…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων˙ ἐπιβαλοῦσιν

ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς,

ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου˙ ἀποβήσεται δὲ ὑμῖν εἰς

μαρτύριον. Θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι˙ ἐγὼ γὰρ

δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ

ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ

ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά

μου˙ καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται˙ ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς

ψυχὰς ὑμῶν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.


Δόξα Πατρὶ ...


Ταῖς τῆςΑθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν

ἐγκλημάτων.


Καὶ νῦν ...


Τ αῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Εἷτα τὸ Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι…


Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς κατὰ…

Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χείρας,* Μαργαρίτα ἔνδοξε,* ἀλλὰ

διαφύλαττε τὸν ἱκέτην σου˙* θλῖψις συνέχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ

τοξεύματα,* πόρου οὐ κέκτημαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* διὸ καταφεύγω σοι,* καὶ

γονυκλινῶς ἱκετεύω σε˙* φύλακα γὰρ πάντων,* προστάτην καὶ ἀκοίμητον φρουρὸν* καὶ

βακτηρίαν ἀκλόνητον,* Σέ, Χριστὸς, ἀνέδειξε.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς…

῾Ο Χορός: Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας…


Οὐρανῶν Κυβερνήτην,* Μαργαρίτα θεόφρων σφοδρῶς ἠγάπησας,* διὸ καὶ τὴν ζωήν

σου,* ὡς ἄκακον ἀρνίον, Αὐτῷ προσενήνοχας,* ῾Οσιομάρτυς Χριστοῦ,* προστάτευσον

ἱκέτας.


Τρικυμίας τοῦ βίου,* καταπράϋνον δέομαι ὁ ἀνάξιος,* καὶ δίδως μοι εἰρήνη,* χαράν τε

καὶ γαλήνην,* ἵνα πόθῳ κραυγάζω σοι˙* ὦ Μαργαρίτα σεμνή,* πιστῶν χαρὰ καὶ δόξα.

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν

Κτίστην* δεόμεθα ἁπαύστως* διό σοι καταφεύγομεν,* Μαργαρίτα σεμνή,* πιστῶν ἡ

βακτηρία.


Θεοτοκίον.


Μὴ παρίδῃς ἱκέτας,* Θεοδόξαστε κόρη πιστῶν τὸ καύχημα,* ἀλλὰ ταῖς Σαῖς εὐχαῖς

Σου,* ἐκ νόσου τοῦ καρκίνου,* πάντας Μῆτερ διάσωσον,* ἵνα ὑμνῶμεν ἀεί,* τὸν Λόγον

Θεοτόκε.


ᾨδὴ ηʹ. Τὸν Βασιλέα…


Τῶν ἰαμάτων* τὸ δαψιλές, ἐπιχέεις* τοῖς πιστῶς ὑμνοῦσί σε Φωσφόρε,* καὶ

εὐχαριστοῦσι* ἁπαύστως, Μαργαρίτα.

̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς

γονέας* χαρὰν παρέχει, μάρτυς.

Τὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, μυροβόλε,* ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ

πιστοῖς παρέχει* ταχέως ἐργασίαν.


Θεοτοκίον.


̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς

ψυχὰς μας ἐλπίδαν ἐμφυτεύεις.


ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…


Λιμὴν συ καὶ προστάτις, * τῶν σοι προσφευγόντων,* γενοῦ, Μαργαρίτα,* καὶ τεῖχος

ἀκράδαντον, * καταφυγὴ τε καὶ σκέπη,* πάντες δεόμεθα.

Τοὺς ὄγκους θεραπεύει,* καὶ πιστοῖς παρέχει* ὑγιείαν, ὁ ῎Αναρχος,* διὸ σου,

Μαργαρίτα,* λιταῖς αἰτούμεθα.

̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς

ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.


Θεοτοκίον.


Π ανάχραντε Μαρία,* σώματος τὰ ἄλγη* καὶ συνειδήσεως τύψεις διάλυσον* καὶ

οὐρανοῦ τὴν εἰρήνη,* δίδου ἱκέτας σου.


Καὶ εὐθὺς, τὰ Μεγαλυνάρια


῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σὲ τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ

παναμώμητον,* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ

ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,*

τὴν ὄντως Θεοτόκον,* σὲ μεγαλύνομεν.

̉Ορφανῶν προστάτις καὶ βοηθός,* πεινόντων τροφέας,* καὶ ἀνέργων καταφυγή,*

μάρτυς, ἀνεδείχθης,* διὸ σὲ, Μαργαρίτα,* δοξάζομεν ἀπαύστως* καὶ ὕμνους μέλπομεν.

Πᾶσι τοῖς ποθοῦσι ζεῖν εὐλαβῶς,* μάρτυς Μαργαρίτα,* σοῦ δεόμεθα ταπεινῶς*

δύναμιν παράσχου,* βοήθειαν καὶ ζῆλον* ποιεῖν ἀπαρεγκλίτως* Χριστοῦ ἐντάλματα.


῎Ελαβες τὴν χάριν παρὰ Θεοῦ* μάρτυς Μαργαρίτα,* θεραπεύειν ὁλοτελῶς* ὄγκους καὶ

ἰώσεις* διό καί οἱ νοσοῦντες* βοήθειαν αἰτοῦσι,* Κόρη πανύμνητε.

Τὴν ῾Ελλάδαν σκέπε, θαυματουργέ,* Μαργαρίτα μάρτυς,* σοῦ δεόμεθα ταπεινῶς* καὶ

ἐκ τῶν κυκλοῦντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον λιταῖς σου* ταῖς πρὸς τὸν

῞Υψιστον.

ΚέραςΟρθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ*

δύναμιν καὶ ῥώσιν,* τρισμάκαρ Μαργαρίτα,* καὶ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.

Π ᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ δωδεκάς,* οἱ

῞Αγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Χορός: Τὸ Τρισάγιον, Πάτερ ἡμῶν… καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ εἶτα τὸ


Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.


Τῆς ῾Ρωσίας τόν γόνον* καὶ ῾Ελλάδος τὸ καύχημα,* τῆςΟρθοδοξίας τὸ κλέος* καὶ

ἡμῶν ἀντιλήπτορα,* Μαργαρίταν, τιμήσωμεν πιστοί* πάντων τῶν χριστιανῶν τὴν

χαρμονή,* αὔτη παρέχει δωρεὰν* ὑγείαν τοῖς πίστει ᾂδωσι˙* δόξα τῷ δεδωκότι σοι

ἰσχύν,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν* διὰ σοῦ τά κρείττονα.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἐν συνεχείᾳ ποιεῖ μικρὰν ἀπόλυσιν καὶ τῶν πιστῶν

ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:


῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.


Δ έχου παρακλήσεις ἱκετῶν,* δέχουΟρθοδόξων δεήσεις* σὺ Μαργαρίτα σεμνή,*

ἄλλην γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι*

ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῾Αγία, Ορθοδόξων τὸ κλέος*

ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψεως.


῏Ηχος πλ. δʹ.


Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης

ἀνάγκης καὶ θλίψεως.


῏Ηχος βʹ.


Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν

σκέπην σου.

Δ ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, ΚύριεΙησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον

ἡμᾶς.


̉ Αμήν.

Δεν υπάρχουν σχόλια: