῞Αγιος Ιωσήφ ὁ Ελεήμων (Νανιέσκου)
Μητροπολίτης Μολδαβίας
(26 Ιανουαρίου)
῾Ο ῞ΑγιοςΙωσήφ Νανιέσκου, ὁ «ἐλεήμων», ἦταν ὁ
ἐπιφανέστερος ἐκπρόσωπος τῆς Ρουμανικῆς ἐκκλησίας κατὰ
τὸν 19ον αἰ. Γεννήθηκε στὶς 15̉Ιουλίου 1818 καὶ ἦταν γιὸς τοῦ
ἱερέαΑνανίου Μιχαλάκε. Δύο χρόνια μετὰ τὴ γέννησή του ὁ
πατέρας του πέθανε καὶ ἀνέλαβε τὴν ἀνατροφὴ του ὁ θεῖος του
ἱεροδιάκονος Θεοφύλακτος, ὁ ὁποῖος τὸ 1831τὸν ἔφερε στὸ
μοναστήρι τοῦ ἁγίου Σπυρίδωνος τοῦΙασίου γιὰ νὰ μορφωθεῖ.
Εδῶ ἔμαθε γραφή, ἀνάγνωση, τυπικὸ καὶ ἐκκλησιαστικὴ μουσικὴ.
Στὶς 23 Νοεμβρίου 1835 ἐκάρη μοναχὸς μὲ τὸ ὄνομαΙωσήφ, μετὰ ἀπὸ δύο ἡμέρες
χειροτονήθηκε διάκονος καὶ στὶς 29 Αὐγούστου 1850 χειροτονήθηκε ἱερεὺς στὸ
Βουκουρέστι. Στὶς 23Απριλίου 1872 χειροτονήθηκε ἀρχιερεὺς καὶ τὸνΙανουάριο τοῦ
1873 ἔγινε ἐπίσκοπος τοῦ ῎Αρντζες. Στὶς 10Ιουνίου 1875 ἐξελέγη μητροπολίτης
Μολδαβίας μὲ ἕδρα τὸΙάσιο. 27 χρόνια ἐποίμανε μὲ μία σπάνια πραότητα καὶ σοφία
τὴν Μητρόπολη τῆς Μολδαβίας.Ανέπτυξε πλούσια πνευματική, θεολογική, ποιμαντικὴ
καὶ κοινωνικὴ δραστηριότητα σ̉ ὅλη τὴν ζωὴ του. Στὶς 26Ιανουαρίου 1902 ὁ
μητροπολίτηςΙωσήφ, «ὁ ἅγιος καὶ ἐλεήμων», μετατέθηκε στὶς οὐράνιες μονὲς γιὰ νὰ
δοξολογεῖ μαζὶ μὲ τὴν Θεοτόκο, τοὺς ἀγγέλους καὶ τοὺς λοιποὺς ἁγίους τὸν Τριαδικὸ
Θεὸ. ῾Ο τάφος του εὐρίσκεται πλησίον τοῦ Κάθεδρικοῦ ναοῦ ποὺ τὸν ἀποτελείωσε ὁ
ἴδιος.
Παρακλητικὸς Κανὼν εἰς τὸν ῞Αγιον Ιωσὴφ τὸν ἐλεήμονα
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις)
καὶ τὰ ἑξής:
Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...
Τῆς Μολδαβίας τὸν φρουρὸν καὶ προστάτην* καὶ τῶν πιστῶν ἰατρὸν καὶ τροφέα*
καθικετεύσομεν πάντες ἐκ μέσης ψυχῆς,* Ιωσὴφ ἐλεήμωνΑρχιθύτα Κυρίου,*
πρόφθασον καὶ λύτρωσον* τοὺς δεινῶς θλιβομένους* καὶ ὑγιείαν δώρησε πιστοῖς* σὲ
γὰρ προστάτην καὶ φύλακα ἔχομεν.
Δόξα Πατρὶ… Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου.
῾Ρουμανίας τὸν γόνον* καὶ Μολδαβίας τὸν Πρόεδρον* καὶ τῶν πάλαι Πατέρων
μιμητὴν καὶ ὁμότροπον,*Ιωσήφ, τιμήσωμεν πιστοὶ* τὸν μέγα τοῦ Σωτῆρος ἀθλητὴν* τὸν
λιτρούμενον ἐκ κινδύνων παντοειδῶν* τοὺς πίστει ἀνακράζοντας˙* Δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ παρέχοντι ἡμῖν λιταῖς σου τὰ
κρείττονα.
Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ
σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ
διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ
δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας 1 ...
Πρὸς σὲ καταφεύγω ἱκετικῶς,*Ιωσὴφ θεόφρον,Ορθοδόξων καταφυγὴ* καὶ τὴν σὴν
βοήθειαν αἰτοῦμαι,* ἣν σὺ παράσχου ἐμοὶ τῷ ἀγνώμονι
Πῦρ τὸ κατακαῖον δάση, ἀγρούς,* θνητῶν τὰς οἰκίας καὶ γεννήματα τῶν πιστῶν*
κατάπαυσον πάντες, Αρχιθύτα,* γονυκλινῶς σοῦ δεόμεθα, ἔνδοξε.
Τὸ ῎Αχραντο σῶμα τοῦΙησοῦ* καὶ Θεῖον Του αἷμα* κοινωνήσαι θερμῶς ποθῶ,* ἀλλ̉
εἰμὶ ἀνάξιος ὁ τάλας* διὸ σοῦ μεσιτείας αἰτῶ, πάντιμε.
Θεοτοκίον.
Τὰ τέκνα ἃ δέδωκέν μοι Θεός,* ἀξίωσον, Μῆτερ,* ἀναθρέψαι χριστοπρεπῶς* καὶ
τούτοις παράσχου ὡς συζύγους* χριστιανοὺς ὁμοδόξους δεόμεθα.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος...
Εκ τροχαίου ἱκέτας,* θαυματουργέ, φύλαττε* καὶ ἐκ χειρῶν ἀρχεκάκου* πάντας
ἐξάρπασον,* ἵνα κηρύττωμεν* ἀπανταχοῦ,Αρχιθύτα,* τὰς εὐεργεσίας σου* καὶ τὰ ἐλέη
σου.
Ταῖς λιταῖς σου, Παμμάκαρ,* ὁ Ποιητὴς τάχυον* εἰρηνεύει τὰ ἔθνη* τὰ τοὺς πολέμους
θέλοντα* καὶ τὴν εἰρήνην ἀεὶ* καὶ τὴν ὁμόνοιαν, Πάτερ,* τοῖς ἀνθρώποις δίδωσι,* ὁ
Πολυέσπλαχνος.
Ανεργίαν διώκει ταῑς σαῖς λιταῖς, ῞Αγιε,* ὁ τῶν οὐρανῶν Κυβερνήτης* διὸ σοι
ἅπαντες* γονυκλινῶς, θαυμαστέ,* τὰς χείρας αἴρουμε πόθῳ* καὶ αἰτούμεθα πίστει* τὴν
μεσιτείαν σου.
Θεοτοκίον.
Θεοτόκε Παρθένε χριστιανῶν καύχημα* σὲ καθικετεύομεν πάντες* ῥῦσαι ἱκέτας σου*
ἐκ τῶν χειρῶν πτερνηστοῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ εἰρήνην δώρησαι* οἴκοις
οἰκέταις Σου.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ
καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
̉Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ εἶτα τὸ Κάθισμα Ἦχος β΄. Τὰ ἄνω ζητῶν...
Πρεσβείαν τὴν σὴν* ποθοῦμεν, Θεοδόξαστε,* διὸ τῶν πιστῶν* τὰ πλήθη σοι
προσφεύγουσι* καὶ πόθῳ βοῶσι σε,*Ιωσήφ, σκέπασον ἅπαντας* καὶ ἐκ κινδύνων
λύτρωσον ἡμᾶς* τοὺς σοι θερμῶς καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε...
̉Ιατρὸς ὁ ἀλάνθαστος* ἀνεδείχθης, πάντιμε καὶ ἀνάργυρος˙* διὸ σοι πάντες
προστρέχουσι,* Ιωσήφ, Μολδαβίας ὁ πρόμαχος.
Ορθοδόξους διάσωσον* ἐκ τῆς ἀνεργίας πάντες δεόμεθα* καὶ προφύλαξον ἱκέτας
σου* ἐκ ποικίλων νόσων τε καὶ θλίψεων.
1 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ
δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν… .
Τῆς ζωῆς μου τὸ πέλαγος* καλῶς διαβῆναι Σὺ κατάξίωσον,*Αρχιθύτα, καὶ διάλυσον*
τῆς ψυχῆς μου πάθη, Θεοπρόβλητε.
Θεοτοκίον.
Τὸν Υἱὸν σου ἱκέτευε,* Θεοτόκε ῎Αχραντε, σοῦ δεομεθα* θεραπεύσαι τὰς ψυχὰς
ἡμῶν* ἐκ ῥοπῶν ποικίλων καὶ στενώσεων.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς...
Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς,Ιωσὴφ
θαυματουργέ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
῎Ιασον πιστοὺς* ἐκ τῶν ὄγκων σύ, Πανάριστε,* καὶ τὰς καρδίας ἡμῶν ἔμπλησον
χαρᾶς* τῆς οὐρανίου,* Ιωσήφ, Αγγέλων σύσκηνε.
Δέομαι θερμῶς* τὴν ψυχὴν μου διαφύλαττε* ἐκ τῶν παγίδων ἀρχαίου πτερνιστοῦ*
καὶ ταῖς λιταῖς Σου* τοὺς Ορθοδόξους προστάτευσον.
Θεοτοκίον.
῎Εμπλησον χαρᾶς εὐεργέτας τοῦ ἱκέτους Σου* καὶ διαφύλαττε αὐτούς, Μαριάμ,* ἐκ
πάσης βλάβης* καὶ στενώσεως σοῦ δέομαι.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ...
Τὰ τέκνα τῶν Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς
λιταῖς σου,Ιωσὴφ φωσφόρε,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον,* δεόμεθά σου
ταπεινῶς,* σὲ τῶν πιστῶν προστάτην καὶ φύλακα.
Θανάτου τοῦ αἰφνιδίου ῥῦσαί με* καὶ ἐκδίωξον κἀμοῦ,Αρχιθύτα,* τῆς ὀλεθρίου
φιλίας τῶν κάτω* καὶ ἀμελείας δεινῆς, Πανσεβάσμιε,* ἐκσώζουσα ἐκ πειρασμῶν* ταῖς
λιταῖς σου, Ιωσὴφ θεόληπτε.
Προστάτην τῶν ὀρφανῶν καλοῦμεν σε* καὶ χηρῶν πανσθενὴ προστασίαν* τῶν δὲ
ποθούντων ὑγείαν καὶ ῥώμην,* καταφυγὴν καὶ βοήθειαν, ἔνδοξε,*Ιωσὴφ σέμνωμα
Χριστοῦ* καὶ Εκκλησίας ἄνθος πανεύωσμον.
Θεοτοκίον.
Πανάχραντε, Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει
ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς*
ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ
καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν
τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία...
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν
ἀμετάθετος˙* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσον σύ,
θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν
πρεσβείαις* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* μυροβόλεΙωσήφ, ἰσχυρὸν* τῶνΟρθοδόξων
καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς…
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσομεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου
῾Ο ῾Ιερεύς:Εκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα (Κεφ. ι΄ 9 – 16).
Πρόσχωμεν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰσέλθῃ σωθήσεται καὶ
εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ
καὶ θύσῃ καὶ ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ
ποιμὴν ὁ καλός˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ
μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον
ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει
τὰ πρόβατα. ῾Ο δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν
προβάτων. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν
ἐμῶν˙ καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα˙ καὶ τὴν ψυχήν μου
τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙
κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς
ποιμήν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ…
Ταῖς τοῦΑρχιθύτου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι ...
Μὴ ἐγκαταλείπης με* τῶνΟρθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ
δέξαι δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ
τοξεύματα˙* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν
πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον,Αρχιθύτα* καὶ γίνου σὺ
προστάτης καὶ φρουρὸς* καὶ βακτηρία, τρισένδοξε,* πάντων τῶν τιμῶντων σε.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς:Ελέει καὶ οἰκτιρμοῖς…
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας…
Τοῦ σεισμοῦ τὴν μανία* καταπαύει ὁ Πλάστης, λιταῖς σου ἕνδοξε,* διὸ πιστῶν τὰ
πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην
Χριστόν, εὐμένισον, παμμάκαρ.
Εκ ποικίλων παγίδων* τοὺς ἱκέτας σου, πάτερ, ταχὺ διάσωσον* καὶ ποίησον εὐχαῖς
σου* δοχεῖα Παρακλήτου,* ἵνα ἅπαντες ᾄδωμεν·* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός,
εὐλογητός εἶ.
Νικητὴς ἀνεδείχθης* τοῦ Σατάν, Θεοπρόβλητε, καὶ προπύργιον* ἡμῶν τῶν
Ορθοδόξων* καὶ πάντων τῶν ἐν θλίψει* παραμύθιον, εὔσημε˙* διὸ ἀπαύστως πιστοὶ*
σέ, Ιωσήφ, ὑμνοῦσι.
Θεοτοκίον.
Ατεκνίαν γυναίων* θεραπεύεις ταχέως, Θεομακάριστε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς
καὶ θυγατέρας* ἱκετικῶς σου δέονται˙* τέκνα παράσχου ἡμῖν,* ὦ Μῆτερ τοῦ ῾Υψίστου.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα...
Τὸν Βασιλέα καὶ Ποιητὴν τῶν ἁπάντων* καθικέτευε πάντες αἰτοῦμεν,* ὅπως
καταπέμψῃ* ἡμῖν τὴν Θείαν Χάριν.
Σέ,Αρχιθύτα, καθικετεύομεν πάντες* τὸν Δεσπότην τῶν ὅλων δυσώπει,* ὅπως τήν
πατρίδα* ἡμῶν περιφρουρήσῃ.
Τὸν Κυβερνήτην τῆςΕκκλησίας δυσώπει,*Ιωσὴφ μυροβόλε, ἀπαύστως,* ὅπως
καταστείλῃ αἰρέσεων τὰς φλόγας.
Θεοτοκίον.
Τὴν νεολαίαν ἐξ ἐθισμῶν ὀλεθρίων,* σὺ διάσωσον τάχος, Παρθένε,* καὶ φύλαττε,
Κόρη,* ἐκ πλάνης διαβόλου.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον...
Ψυχὰς τῶνΟρθοδόξων* ἔμπλησον εὐχαῖς σου* μετ̉ εὐφροσύνης δεόμεθα πάντες
θερμῶς* καὶ τοὺς ποθοῦντας εἰρήνην* λιταῖς σου δώρισε.
Τὸ ἄγχος καὶ τὰς θλίψεις,* τάχος ἀπελαύνεις,* ἐκ τῶν πιστῶν καὶ ὑγείαν παρέχεις
αὐτοῖς,* διὸ πρὸς σέ, Αρχιθύτα,* πάντες προσφεύγομεν.
Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ
τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
Θεοτοκίον.
῾Ημᾶς τοὺςΟρθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον*
ἰδεῖν οἱ ἀχρείοι,* Θεοκοινώνητε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ
παναμώμητον* καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν
ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ο ρφανῶν προστάτης καὶ βοηθός˙* πεινόντων τροφέας* καὶ ἀνέργων καταφυγή,*
Ιωσήφ, ἐδείχθῃς* διό σε, φωτοφόρε,* δοξάζομεν ἀπαύστως* καὶ ὕμνους μέλπομεν.
῎Αγγελοι ὑμνοῦσι, θαυματουργέ,* καὶ πιστῶν τὰ πλήθη* ὕμνους μέλπουσι ἐκ ψυχῆς*
πρὸς τὸν Ζωοδότην* καὶ Κύριον τοῦ κόσμου* τὸν δόσαντα προστάτην* ἡμῖν Σέ, ἔνδοξε.
ΔόξαΕκκλησίας καὶ χαρμονή,* μάκαρ, ἀνεδείχθης* καὶ προστάτης τῶν μοναχῶν*
καὶ τῆς νέολαίας* φρουρὸς καὶ ποδηγέτης* καὶ πάντων τῶν νοσοῦντων* τὸ καταφύγιον.
Φύλαττε τὰ τέκνα σῶν ἱκετῶν* ἐκ πάσης κακίας,* ἐφαρμάτων συνηθειῶν* καὶ ἐκ τῆς
μανίας* τοῦ γυμνισμοῦ, Χριστόφρων,* ὦ Ιωσὴφ τρισμάκαρ,* πιστῶν τὸ πρότυπον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου*Αποστόλων ἡ δωδεκάς,* οἱ
῞Αγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορός τό: ῞Αγιος ὁ Θεός, ... (τρίς) Δόξα Πατρὶ καὶ Υἱῶ ... Παναγία τριάς, ....
Κύριε ἐλέησον, (τρίς) Δόξα Πατρὶ καὶ Υἱῶ ... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ... καὶ ὁ
῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία ….
Εἶτα τὸ Ἀπολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου.
῾Ρουμανίας τὸν γόνον* καὶ Μολδαβίας τὸν Πρόεδρον* καὶ τῶν πάλαι Πατέρων
μιμητὴν καὶ ὁμότροπον,*Ιωσήφ, τιμήσωμεν πιστοὶ* τὸν μέγα τοῦ Σωτῆρος ἀθλητήν,*
τὸν λυτρούμενον ἐκ κινδύνων παντοειδῶν* τοὺς πίστει ἀνακράζοντας˙* Δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ,* Δόξα τῷ σὲ στεφανώσαντι,* Δόξα τῷ παρέχοντι ἡμῖν λιταῖς σου τὰ
κρείττονα.
Δέησις ὑπό τοῦ ῾Ιερέως καὶ έν συνεχείᾳ ποιεῖ μικρὰν ἀπόλυσιν. Τῶν πιστῶν
ἀσπαζομένων τὰς ἱερὰς εἰκόνας ψάλλομεν:
῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου.
Δέχου παρακλήσεις μοναστῶν,* δέχου τῶν πιστῶν ἱκεσίας,* ὦΑρχιθύτα Χριστοῦ,*
ἄλλον γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι*
ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν,*Ιωσὴφ Θεοδόξαστε, σπεῦσον*
καὶ τοὺς Ορθοδόξους λιταῖς σου* ῥῦσαι ἐκ τῆς ἀνεργίας, ῞Οσιε.
῏Ηχος πλ. δ´.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν
σκέπην σου.
῏Ηχος α´.
Τῇ πρεσβεία Κύριε,* πάντων τῶν ἁγίων,* καὶ τῆς Θεοτόκου,* τὴν σὴν εἰρήνην δὸς
ἡμῖν* καὶ ἐλέησον ἡμᾶς,* ὡς μόνος οἰκτίρμων
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, ΚύριεΙησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς.
̉Αμήν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου