Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 22 Ιανουαρίου 2026

ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ†Είς τον Όσιο και Θεοφόρο Πατέρα ημών Διονύσιο τον εν Ολύμπω τον Θαυματουργό.


🕊⛪ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ ⛪🕊
          ÷÷÷÷÷÷÷🕊️📖🕊️÷÷÷÷÷÷÷
†Είς τον Όσιο και Θεοφόρο Πατέρα ημών Διονύσιο τον εν Ολύμπω τον Θαυματουργό

  Διάσωσον             🌹           θαυματουργὲ                           
    🤍🌺🕊         🔶️🌺🔶️         🤍🌺🕊
  Διονύσιε               🌹        θεοφόρε, πάσης 

       βλάβης καὶ 🕊⛪🕊    πειρασμῶν ταῖς πρεσβείαις σου, τοὺς ἀδιστάκτῳ καρδίᾳ σοι 
                          προσιόντας.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα 
ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου... 

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὠς τῶν θαυμάτων κεκτημένος τὴν χάριν, πάσης ἀπάλλαξον ἀνάγκης καὶ βλάβης, τοὺς πίστει προσιόντας τῇ πρεσβείᾳ σου· πάτερ Διονύσιε, τῶν Ὁσίων λαμπρότης, ἄφεσιν αἰτούμενος, καὶ παθῶν θεραπείαν, καὶ πειρασμῶν δεινῶν ἀπαλλαγήν, τοῖς σὲ προστάτην, θερμὸν ἐπιγράφουσι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου... 

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Διονύσιε ἰσχύν μοι δίδου. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον τοῦ Πνεύματος ἐκλεκτόν, δέχου τὰς δεήσεις, Διονύσιε ἱερέ, τῶν πίστει καὶ πόθῳ προσιόντων, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου πάντοτε.

Ἰάσεις πηγάζων παντοδαπάς, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά, διό με κατ’ ἄμφω ἀσθενοῦντα, θαυματουργὲ Διονύσιε ἴασαι.

Ὀδύνης ἀπάλλαξον ψυχικῆς, τοὺς τῇ σῇ πρεσβείᾳ, καταφεύγοντας εὐλαβῶς, καὶ σώματος ἴασαι τὴν νόσον, τῶν σὲ τιμώντων σοφὲ Διονύσιε.

Θεοτοκίον.
Νοός μου τὸ σκότος τὸ χαλεπόν, διάλυσον Κόρη, τῷ φωτί σου τῶ νοερῷ, καὶ δίδου μετάνοιαν γνησίαν, τῷ ταπεινῷ σου ἱκέτῃ Πανάμωμε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερήφανον ὄφιν, τὸν καθ’ ἠμῶν πάντοτε, δόλους καὶ παγίδας ὑπούλως, μηχανευόμενον, σύντριψον Ἄγιε, καὶ πρὸς ὁδὸν σωτηρίας, πάτερ Διονύσιε, ἡμᾶς κατεύθυνον.

Σὲ προστάτην καὶ ῥύστην, καὶ ἀρωγὸν ἔχοντες, πάσης συμφορᾶς καὶ ἀνάγκης, θᾶττον ῥὐσθείημεν, αὐτὴ ἠ Μάνδρα σου, καὶ οἱ θερμῶς σε τιμῶντες, πάτερ Διονύσιε, ταῖς ἱκεσίαις σου.

Ἰατὴρ παθημάτων, πολυειδῶν πέφηνας· ὄθεν τοὺς προστρέχοντας Πάτερ, τῇ ἀντιλήψει σου, ῤύου ἑκάστοτε, νόσων καὶ πάσης ἀνάγκης, καὶ ποικίλων θλίψεων καὶ περιστάσεων.

Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός σου, σωματωθεὶς γέγονεν, ἄνθρωπος δι’ ἔλεος μέγα, ὀ Ὑπερούσιος, σώζων Πανύμνητε, τοὺς ἀληθῆ Θεοτόκον, πίστει σὲ δοξάζοντας, καὶ μεγαλύνοντας.

Διάσωσον θαυματουργὲ Διονύσιε θεοφόρε, πάσης βλάβης καὶ πειρασμῶν ταῖς πρεσβείαις σου, τοὺς ἀδιστάκτῳ καρδίᾳ σοι προσιόντας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ μέγα καταφύγιον, ὑπάρχεις ἡμῶν, παμμάκαρ Διονύσιε,  διὸ πιστῶς βοῶμέν σοι· ἀπὸ πάσης ἀνάγκης ἄπάλλαττε, τὴν εὐαγὴ καὶ σεπτήν σου Μονήν, καὶ πάντας τοὺς σπεύδοντας τῇ σκέπῃ σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰλασμὸν ἠμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Διονύσιε μακάριε, οἶα κηδεμὼν ἡμῶν καὶ ἔφορος.

Συντριβέντα τοῖς πάθεσι, ἴασαί με Πάτερ ὠς συμπαθέστατος, καὶ τὸν νοῦν μου τάχος λύτρωσαι, ἐξ αἰχμαλωσίας τῆς τοῦ χείρονος.

Χαλεπῶν περιστάσεων, καὶ δυσχερειῶν σοφὲ Διονύσιε, ἀνωτέρους διαφύλαττε, τοὺς τῇ σῇ πρεσβείᾳ καταφεύγοντας.

Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, τὴν κεκακωμένην ψυχήν μου πάθεσι, θεραπείας καταξίωσον, οἶα τοῦ Χριστοῦ Μήτηρ φιλάγαθος.

ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Νέκρωσον σοφέ, τοῦ ἐχθροῦ πᾶσαν ἐπήρειαν, καὶ ἀτάραχον καὶ ἤρεμον ἡμῶν, Διονύσιε τὸν βίον διατήρησον.

Μέγας ἀρωγός, τῆς Μονῆς σου πέλων Ὅσιε, ἐκ μεγάλων συμφορῶν ῤύου αὐτήν, τῇ θερμῇ σου προστασίᾳ καταφεύγουσαν.

Ὅρμον γαληνόν, τὴν πρεσβείαν σου οἱ Πίερες, κεκτημένοι Διονύσιε σοφέ, χαλεπῶν τρικυμιῶν τοῦ βίου ῤύονται.

Θεοτοκίον.
Ἴδε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ θεράπευσον τὸ ἄλγος μου Ἁγνή, καὶ τὸ σκότος τοῦ νοός μου ἐξαφάνισον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δυνάμει τῶν πρεσβειῶν σου Παμμάκαρ, πᾶσα νόσος καὶ ἀνάγκη καὶ λύμη, ὦ Διονύσιε οἴχεται τάχος, καὶ Πιερία κηρύττει τὴν χάριν σου, καὶ χαριστήριον ᾠδήν, εὐγνωμόνως προσάδει σοι Ἅγιε.

Ἰδού σοι, ἡ σῇ Μονῇ καταφεύγει, καὶ προσπίπτει καὶ βοᾷ ἐκ καρδίας, μὴ διαλίπης ἀεὶ προστατεύειν, ὠς ποιμενάρχης ἡμῶν συμπαθέστατος, ταύτης τῆς Μάνδρας σου σοφέ, Διονύσιε πάτερ δεόμεθα.

Δεινῶν με, ἐπιφορῶν ῥῦσαι Πάτερ, τὸν πρὸς σὲ ἀπὸ ψυχῆς ἀφορῶντα, καὶ τοὺς πιστῶς τῇ ἁγίᾳ Μονῇ σου, ἀπανταχόθεν προστρέχοντες πάντοτε, ἀπάλλαττε παντὸς κακοῦ, Διονύσιε πάτερ δεόμεθα.

Θεοτοκίον.
Ὁ πάντων, Δημιουργὸς καὶ Δεσπότης, σαρκωθεὶς ἐκ τῶν ἁγνῶν σου αἱμάτων, σὲ προστασίαν ἀνέδειξεν κόσμου, καὶ πεπτωκότων ἀνόρθωσιν Δέσποινα, διὸ ἀνόρθωσον κἀμέ, πεπτωκότα βυθῷ παραπτώσεων.

Διάσωσον θαυματουργὲ Διονύσιε θεοφόρε, πάσης βλάβης καὶ πειρασμῶν ταῖς πρεσβείαις σου, τοὺς ἀδιστάκτῳ καρδίᾳ σοι προσιόντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Ὠς τῶν Ὁσίων τῶν πάλαι ὁμότροπος, καὶ κοινωνὸς τῆς εὐκλείας καὶ σύσκηνος, σὺν αὐτοῖς καθικέτευε Ὅσιε, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν, καὶ λύσιν παθῶν Διονύσιε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄. 27.30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Αἴγλη θείου Πνεύματος, καταλαμπόμενος Πάτερ, λῦσον τῶν παθῶν ἡμῶν, τὴν δεινὴν σκοτόμαιναν Διονύσιε, καὶ πρὸς φῶς ἴθυνον, θείων ἐνταλμάτων, φωτοφόροις ἱκεσίαις σου, τοὺς καταφευγόντας, τῇ σῇ προστασίᾳ ἑκάστοτε, δυσχερειῶν καὶ θλίψεων, καὶ ἀσθενειῶν καὶ κακώσεων, ἡμᾶς ἀπαλλάττων, καὶ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, τοὺς σὲ προστάτην καὶ ἔφορον, ἐκ Θεοῦ πλουτήσαντας.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπὲρ πάντων δυσώπει, Διονύσιε πάτερ τῶν εὐφημούντων σε, καὶ πίστει προσκυνούντων, τὰ θεῖα λείψανά σου, καὶ βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Γεωργήσας τοῖς πόνοις, ἀπαθείας τὴν χάριν τὴν πολυύμνητον, παθῶν ἐξ ἀκαθάρτων, ἐκκάθαρον τοῖς ῥείθροις, Διονύσιε ὅσιε, τῶν σῶν σεπτῶν πρεσβειῶν, τοὺς σὲ ὐμνολογοῦντας.

Ἐν τῇ σῇ προστασίᾳ ἡ ἁγία Μονῆ σου καυχάται Ὅσιε, καὶ πᾶσα Πιερία, θερμῶς σοι καταφεύγει, καὶ βοᾷ μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ῥῶσιν δίδου μοι Κόρη, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, πρὸς σὲ γὰρ καταφεύγω, ὑμνῶν σε Θεοτόκε, καὶ βοῶ ἀγαλλόμενος· χαῖρε Παρθένε ἁγνή, βροτῶν ἡ σωτηρία.

ᾨδὴ η΄ . Τόν Βασιλέα,
Ἀῤῥωστημάτων, σβέσον τὴν ἄσπετον φλόγα, Διονύσιε τῶν πίστει ἐκζητούντων, τὴν σὴν θερμοτάτην, ἐν πᾶσι προστασίαν.

Σθένος παράσχου, τῇ ταλαιπώρῳ ψυχῇ μου, Διονύσιε ὠς ἂν ὐπερνικήση, τὰς ἐπερχομένας, ἐν βίῳ δυσχερείας.

Ἴασιν δίδου, καὶ τὴν κατ’ ἄμφω ὐγίειαν, Διονύσιε τοῖς πίστει προσιοῦσι, τοῖς θαυματοβρύτοις, καὶ θείοις σου λειψάνοις.

Θεοτοκίον.
Μῆτερ Κυρίου, καὶ ἀειπάρθενε Κόρη, πόῤῥω δίωξον ἐκ τῆς ἐμῆς καρδίας, τὰς τοῦ βροτοκτόνου, ἐπίβουλὰς καὶ δόλους.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὀλύμπου ὁ προστάτης, καὶ τῆς Πιερίας, ὁ φωτοφόρος ἀστὴρ Διονύσιε, τὰς ἱκεσίας προσδέχου ἡμῶν ἑκάστοτε.

Ὑφέρποντα ὑπούλως, κατ’ ἐμοῦ τὸν ὄφιν, τῇ δεδομένῃ σοι χάριτι σύντριψον, ὦ Διονύσιε πάτερ ἴνα γεραίρω σε.

Ὑψίστου ὡς θεράπων, πρέσβευε ἀπαύστως, ὑπὲρ ἡμῶν ἱερὲ Διονύσιε, ἵνα ῥυώμεθα πάσης ἐναντιότητος.

Θεοτοκίον.
Ὑμνοῦμέν σου τὸ μέγα μυστήριον Κόρη, ὅτι Θεὸν ἀποῤῥήτως γεγέννηκας, καὶ μετὰ τόκον Παρθένος, ἄφθορος ἔμεινας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Θεσσαλίας θεῖος βλαστός, καὶ Ὀλύμπου κλέος, Διονύσιε θαυμαστέ, χαίροις Ἐκκλησίας φωστὴρ ὁ νέος μάκαρ, ὸ πάντας καταυγάζων, θαυμάτων λάμψεσι.

Ὅλος ἐκ νεότητος τῷ Χριστῷ, πίστει ἀνετέθης, ὡς ἐμάκρυνας τῶν φθαρτῶν, καὶ τῆς ἐγκρατείας, ὑπῆλθες τοὺς ἀγώνας, ἀτρέπτῳ διανοίᾳ, ὦ Διονύσιε.

Ἄγγελος καθάπερ ἐπὶ τῆς γῆς, ἤνυσας θεόφρον, τὴν ζωήν σου τὴν θαυμαστήν, καὶ πολλῶν χαρίτων, θεόθεν ἠξιώθης, ἡμᾶς καταπυρσεύων, ὦ Διονύσιε.

Τὸv τῆς μετανοίας καθηγητήν, καὶ τὸν ἐν Ὀλύμπῳ ποδηγέτην καὶ οἰκιστήν, τὸν θεῖον προστάτην καὶ λειτουργὸν Κυρίου, Διονύσιον τὸν μέγα πάντες ὑμνήσωμεν.

Γνόφον ὑπεισῆλθες τὸν μυστικόν, ὡς ἀνῆλθες Πάτερ, ἐν Ὀλύμπῳ πίστει θερμῇ, καὶ ὑπερκοσμίου, φωτὸς κατηξιώθης, ὡς τῶν ἀῤῥήτων μύστης, ὦ Διονύσιε.

Ὡς ἥλιος λάμψας ἐν τῷ χορῷ, τῶν Ἁγίων Πάντων, Διονύσιε ἀσκητά, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν τῶν πόθῳ, ἀεὶ ἀνευφημούντων καὶ δεομένων σου.

Φρούρει τὴν Μονήν σου τὴν ἱεράν, ἀπὸ πάσης βλάβης, Διονύσιε θαυμαστέ, καὶ τῶν προσιόντων, αὐτῇ μετ’ εὐλαβείας, τὰς ἱκεσίας πλήρου, ὡς συμπαθέστατος.

Ἴλεως γενοῦ μοι Πάτερ σοφέ, τῷ πολεμουμένῳ, σώματί τε καὶ τῇ ψυχῇ, δεινοῖς παντοίων νόσων καὶ πάσης ἀλγηδόνος, καὶ ῤῦσαί με γεέννης ταῖς μεσιτείαις σου.

Ὁδήγησον Πάτερ εἰς οὐρανόν, τοὺς νῦν προσκυνοῦντας, τὴν Ἁγίαν σου δεξιάν, τὴν θείαν σου κάραν, σεπτήν τε σιαγόνα, καὶ τούτων τὰ μεγάλα ἀνακηρύττοντας.

Ὄλυμπε ὑπέρτατε τῶν βουνῶν, χαῖρε καὶ εὐφραίνου, κεκτημένος σὺ βοηθόν, ῤύστην καὶ προστάτην ἐν τοῖς πειρατηρίοις, τὸν θεῖον καὶ ὑπέρλαμπρον Διονύσιον.

Χαίροις Πιερίας ὁ ἀρωγός, καὶ μεσίτης μέγας, Διονύσιε πρὸς Θεόν, χαίροις ὸ παρέχων, ἰάσεις τοῖς νοσοῦσι, καὶ θαύματα πηγάζων, ἡμῖν ἑκάστοτε.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν νέον ὁπλίτην, Διονύσιον τὸν σοφόν, τὸν τῆς Πιερίας, θερμότατον προστάτην, πάντων δὲ τῶν ἐν θλίψει, ῥύστην καὶ πρόμαχον.

Κάραν σου τὴν πάντιμον ἀσκητά, τιμῶμεν ἐκ πόθου, τὴν συνθλάσασαν τοῦ ἐχθροῦ, ὀλέθριον κάραν, καὶ λύτρωσαι κινδύνων, Διονύσιε τρισμάκαρ, τῇ μεσιτείᾳ σου.

Νῦν τὸν τῆς ἀσκήσεως ἀθλητήν, μοναστῶν τὸ κλέος, Διονύσιον οἱ πιστοί, ἀξίως τιμῶμεν, λοιμοῦ γὰρ καὶ κινδύνων, λυτροῦται τοὺς ἐν πίστει, αὐτῷ προστρέχοντας.

Ὄλυμπε ὑπέρτατε τῶν βουνῶν, χαῖρε καὶ εὐφραίνου, κεκτημένος σὺ βοηθόν, ῥύστην καὶ προστάτην, ἐν τοῖς πειρατηρίοις, τὸν θεῖον καὶ ὑπέρλαμπρον Διονύσιον.

Πάντων τῶν Ὁσίων τὰς ἀρετάς, καλῶς ἀνεμάξω, Διονύσιε καὶ λαμπτήρ, μέγιστος ἐγένου, Τριάδος τῆς ἀκτίστου, τὸ φῶς ἡμῖν ἐκπέμπων, τοῖς εὐφημοῦσί σε.

Τὸν τῆς μετανοίας καθηγητήν, καὶ τὸν ἐν Ὀλύμπῳ, ποδηγέτην καὶ οἰκιστήν, τὸν θεῖον προστάτην, καὶ λειτουργὸν Κυρίου, Διονύσιον τὸν μέγαν, πάντες ὑμνήσωμεν.

Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ τῶν ἐκ καρδίας, δυσωπούντων πανευσεβώς, τὰς παντοίας νόσου, ἀεὶ ἀποδιώκων, τῶν ἐπικαλουμένων σε Διονύσιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ θαυμαστῇ προστασίᾳ, καὶ ἀντιλήψει σου, πάτερ Διονύσιε ἀξιοθαύμαστε, πάσης θλίψεως λύτρωσαι, καὶ πάσης ἀνάγκης, καὶ πάσης στενώσεως, καὶ νόσου Ἅγιε, αἴτει δὲ πταισμάτων τὴν λύσιν, καὶ τὴν θεϊκὴν εὐφροσύνην, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.📿🕊⛪


Δεν υπάρχουν σχόλια: