῾Αγία Νίνα ἡ Ισαπόστολος
(14 Ιανουαρίου)
῾Η ῾Αγία Νίνα γεννήθηκε στὴν Καππαδοκία καὶ ὁ πατέρας της
λεγόταν Ζαβουλών καὶ ἡ μητέρα της Σωσάννα.
῾Ο πατέρας της ἔγινε μοναχὸς στὴν ἔρημο τοῦΙορδάνη καὶ ἡ
μητέρα της διακόνισσα στὸ ναὸ τῆςΑναστάσεως. Τὴν Νίνα
τὴν ἔδωσαν νὰ τὴν μεγαλώσει ἡ γερόντισσα Νιοφόρα.
Μεγαλώνοντας ἡ Νίνα ἀναρωτήθηκε τὶ ἀπόγινε ὁ Χιτών τοῦ
Κυρίου. Μετὰ ἀπὸ ὄνειρο κατὰ προτοπὴ τῆς Παναγίας μας
πῆγε στὴν Γεωργία νὰ τὸν ἀναζητήσει.Εκεῖ κύρηξε τὸ
Εὐαγγέλιο, περὶ τὸν 3ο αἰ. μ.Χ., βρῆκε τὸ μέρος ποὺ
ἐναποτέθηκε ὁ Χιτών τοῦ Κυρίου καὶ ἔκτισε ναὸ ποὺ
ὀνομάστηκε Ναὸς τοῦ ῾Αγίου Στύλου.
῾Η ῾Αγία Νίνα κοιμήθηκε ἥσυχα καὶ τὸ τίμιο λείψανό της εἶναι ἄφθαρτο. Τμήματα τοῦ
῾Ιεροῦ Λειψάνου τῆς ῾Αγίας βρίσκονται στὸν ῾Ιερὸ Ναὸ ῾Αγίας Μαρίνης Θεσσαλονίκης
καὶ στὴ Μονὴ Κύκκου Κύπρου.
Παρακλητικὸς Κανὼν εἰς τὴν ῾Αγίαν Νίναν τὴν Ισαπόστολον
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις)
καὶ τὰ ἑξής:
Ἦχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶνΟρθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν*
ἐν κατάνύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι τοὺς προστρέχοντας,*Ισαπόστολε
Νίνα,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου,
θαυμαστή,* σὲ γὰρ προστάτιδα ἅπαντες ἔχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ…
̉ Απολυτίκιον Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον.
Ω ῾ς ὡραίοι οἱ πόδες σου οἱ ζηλώσαντες* ἀκολουθῆσαι ταῖς τρίβοις τῶνΑποστόλων
Χριστοῦ,* Νίνα, σκεῦος Παρακλήτου παμφαέστατον˙* ὅθεν τιμῶντες σὲ πιστῶς,*
Γεωργίας φρυκτωρὲ φωτόλαμπρε,* σὲ αἰτοῦμεν* ἡμῶν τὰ σκότη λιταὶς σου τῆς
ἀγνωσίας* πόῤῥῳ σκέδασον.
Καὶ νῦν καὶ ἀεὶ … Θεοτόκιον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ
διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ
δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Ν΄ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας. 1
1 Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ
δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν… .
Προσπίπτω ὁ τάλας ἱκετικῶς* πρὸς σέ, ἀθλοφόρε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν
τάχος παράσχου σῷ ἱκέτῃ,* Ισαπόστολε Νίνα πανένδοξε.
Η῾μᾶς τοὺς προσπίπτοντας ταπεινῶς* καὶ πίστει αἰτοῦντας* τὴν σὴν σκέπην, Νίνα
σεμνή,* μὴ ἐγκαταλείπεις εἰς τὰς χείρας* τοῦ ἀρχεκάκου δεόμεθα ὄφεως
Τοὺς ὄγκους ὁ Πλάστης, θαυματουργέ,* ἰάται λιταῖς σου* καὶ ὑγείαν δίδει ταχύ˙* διὸ οἱ
νοσοῦντες, ἀθλοφόρε,* σοὶ καταφεύγουσι, Νίνα τρισένδοξε.
Θεοτοκίον.
Πανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ* πρὸς σὲ κατάφεύγω* ὁ ἀχρεῖος δεητικῶς* καὶ τὴν
Σὴν βοήθειαν αἰτοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος.
Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, Χριστοδρόμε, καὶ οἰκίας* σὺ
διαφύλαξον,* ἵνα ὑμνοῦμεν σὲ,* Θεοκοινώνητε Νίνα,* τῶν πιστῶν τὸ στήριγμα* καὶ
καταφύγιον.
Ο ̉ ρθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ
πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χηρῶν ὑπέρμαχος*
Νίνα θεόπνευστε.
Ο ̉ φθαλμοὺς ἀλλοδόξων,* σύ, Νίνα, διάνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστιν* τούτους
ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, κόρη, ὑμνεῖσαι* καὶ λατρεύσαι δέομαι*
τούτους ἀξίωσον.
Θεοτόκιον.
Θεοτόκε Παρθένε χριστιανῶν καύχημα* σὲ καθικετεύομεν πάντες* ῥῦσαι ἱκέτας σου*
ἐκ τῶν χειρῶν πτερνηστοῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ εἰρήνην δώρισαι* οἴκοις τῶν
δούλων Σου.
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, Αθλοφόρε,* ὅτι πάντες δεητικῶς πρὸς σὲ
καταφεύγομεν* τῆς Γεωργίας ἡ δόξα καὶ κλέος.
Ε ̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν,* καὶ ἴασαι* τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ κόσμου
καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* Νίνα ἀξιάγαστε, πρόφθασον* καὶ ἐκ κινδύνων
λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε...
Τὰς ἰώσεις κατάστειλε* καὶ ποικίλους ὄγκους σὺ ταχὺ ἴασε,* σοῦ δεόμεθα, πανένδοξε,*
καὶ ὑγείαν δίδου τοῖς ἱκέταις σου.
Σὲ προστάτιν καὶ πρόμαχον* τῶν ἐν κινδύνοις καὶ θλίψεσι ὄντων* ὀνομάζομεν ἱκέταις
σου·* διὸ εἰς σέ, Νίνα, καταφεύγομεν.
Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς
βοήθησον* ποιεῖν καλὰς διαγνώσεις πάντοτε.
Θεοτόκιον.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Θεοτόκε πανάχραντε,* καὶ παράσχου ῥώσιν
ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Υ῞ πνον ἐλαφρόν* καί ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς*
καί ταῖς λιταῖς Σου* τῆς ψυχῆς τά πάθη κοίμησον.
Δέομαι θερμῶς,* πρός σέ, ΝίναΙσαπόστολε,* σὺ τὴν μανίαν τοῦ πυρός,
θαυματουργέ,* ταῖς πρὸς τὸν Κύριον ἐντεύξεσι κατάπαυσον.
Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ΝίναΙσαπόστολε, ἐν τῇ Γραφῇ,* καὶ
βιῶσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Θεοτοκίον.
Ε ῎μπλησον χαρᾶς εὐεργέτας τοῦ ἱκέτους Σου* καὶ διαφύλαττε αὐτούς, Μαριάμ,* ἐκ
πάσης βλάβης* καὶ στενώσεως σοῦ δέομαι.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ… .
Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι,Ισαπόστολε
Νίνα, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύριον τῶν οὐρανῶν* καὶ τῆς
γῆς καταπράϋνον δέομαι.
Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,*Ισαπόστολε, ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων
παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,* σοφὲ
Νίνα, ἡμεῖς οἱ ἀνάξιοι.
Τὰ τέκνα τῶν Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς
λιταῖς σου, Γεωργίας κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου
ταπεινῶς,* ἀθλοφόρε, πιστῶν καταφύγιον.
Θεοτόκιον.
Πανάχραντε, Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει
ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς*
ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου,Αθλοφόρε,* ὅτι πάντες δεητικῶς πρὸς σε
καταφεύγομεν* τῆς Γεωργίας ἡ δόξα καί κλέος.
Α῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα*
δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως: καὶ τὸ
Κοντάκιον. Ἦχος βʹ. Προστασία.
Σὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Ποιητὴν
ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσον σύ,
θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν
πρεσβείαις* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,*Ισαπόστολε Νίνα, ἰσχυρὸν* τῶνΟρθοδόξων
καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Υ ῾πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς
δεήσεώς μου. (δίς)
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματα μου.
Υ ῾πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς
δεήσεώς μου.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1-13) ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. ῾Ομοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα
παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.
Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς
λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ̉ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν ἐν
τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν
πᾶσαι καί ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν˙ ἰδοὺ ὁ νυμφίος
ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι
καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ
τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι
λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς
πωλοῦντας καί ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος
καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον
δὲ ἔρχονται καί αἱ λοιπαὶ παρθένοι λέγουσαι˙ κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς
εἶπεν˙ ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ
τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
῾Ο Χορός: Δὀξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ ...
Ταῖς τῆςΙσαποστόλου Νίνας, πρεσβείαιςΕλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπης με* τῶνΟρθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι
δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ
τοξεύματα˙* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν
πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Θεοφόρε,* καὶ γίνου
σὺ προστάτις καὶ φρουρὸς* τῶν ἐξαιτοῦντων τὴν σκέπην σου,* Νίνα Ισαπόστολε.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …
῾Ο Χορός: Κύρει, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας…
Τοῦ σεισμοῦ τὴν μανία* καταπαύει ὁ Πλάστης, λιταῖς σου ἔνδοξε,* διὸ πιστῶν τὰ
πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν,
ἱκέτευε, θεόφρων.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* σύ, Νίνα φωτοφόρε, πόθῳ δεόμεθα* παράσχου ὑγιείαν*
ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πάντες κραυγάζομεν·* Χαῖρε, πιστῶν χαρμονή* καὶ
Γεωργίας κλέος.
Τῶν τυφλῶν βακτηρίαν* ὀνομάζουσι πάντες σέ, Νίνα ἔνδοξε,* καὶ τῶν ἀβοηθήτων*
βοήθειαν καὶ σκέπην·* διὸ ἅπαντες ψάλλομεν* Χαῖρε, πιστῶν χαρμονή* καὶ δόξα τῶν
Αγγέλλων.
Θεοτόκιον.
Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοὶ αἴρω*
καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν
αἰρετιζόντων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Α ̉δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς
γονέας* χαρὰν παρέχει, Κόρη.
Σέ, Χριστοδρόμε,* καθικετεύομεν πάντες* τὸν Δεσπότην τῶν ὅλων δυσώπει,* ὅπως τὴν
πατρίδα* ἡμῶν περιφρουρήσῃ.
Τὴν ἀϋπνίαν* ἐκ τῶν πιστῶν ἐκδιώκεις,*Ισαπόστολε Νίνα θεόφρον,* σὺ καὶ τὰς
ἰώσεις* λιταῖς σου θεραπεύεις.
Θεοτόκιον.
Ε κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς
ψυχὰς μας ἐλπίδαν ἐμφυτεύεις.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...
Σέ, Νίνα μυροβόλε,* πόθῳ ἱκετεύω* ἐκ τῶν χειρῶν τοῦ ἀλάστορος σῶσον ἡμᾶς* καὶ
τοῖς νοσοῦσι παράσχου* ὑγείαν, ἔνδοξε.
Τὰ τέκνα ἱκετῶν σου* δέομαι ἀπαύστως* ῥῦσαι ἐκ τῆς πλάνης καὶ τῆς ἀθεΐας, σεμνή,*
ἵνα ὑμνοῦμεν σὲ* καὶ Κύριον τῆς δόξης.
Α ξίωσον ἱκέτην,* Νίνα μυροβόλε,* ἀκατακρίτως λαβεῖν τὴν Μετάλειψιν* τῶν
Μυστηρίων τῶν Θείων, ἵνα γεραίρω σε.
Θεοτοκίον.
Η ῾μᾶς τοὺς Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον*
ἰδεῖν οἱ ἀχρείοι,* Θεοκοινώνητε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια
Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ
παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν
ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
ΝίναΙσαπόστολε, ἐκζητῶ* τὴν σὴν προστασίαν καὶ ὑγείαν τε ἀκλινήν,* ἃ τάχος
παράσχου ἐμοί τῷ σῷ ἱκέτῃ,* ἵνα Χριστόν δοξάζω* καί σέ, τρισένδοξε.
ΚέραςΟρθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν
καὶ ῥώσιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.
Ε ν τῇ Γεωργία, Νίνα σεμνή,* τὴνΟρθοδοξίαν διεκήρυξας εὐθαρσῶς* καὶ πίστιν τῶν
εἰδώλων ὡς καὶ τὴν μαγείαν* διὰ τῶν προσευχῶν σου* σὺ κατεδάφισας.
Πάντας τοὺς προστρέχοντας ἐπὶ σὲ* μὴ ἐγκαταλείπεις* ἀλλὰ δίδου ὑπομονήν,* πίστιν
καὶ ἀγάπην,* ὑγείαν, σωφροσύνην* καὶ τοῦ Θεοῦ τὴν δόξαν* ἰδεῖν ἀξίωσον.
Δαίμονας κατέβαλες, θαυμαστή,* διὰ πολλῶν ἀγώνων* νηστειῶν τε καὶ προσευχῶν*
καὶ γέγονας δοχεῖον* Πνεύματος ῾Αγίου* ὡς καὶ συμπολίτης* τοῦ Πανοικτήρμονος.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι
πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός. ῞Αγιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ... . (τρίς) Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω
Πνεύματι... Παναγία τριάς... Κύριε ἐλέησον, (τρίς) Δόξα Πατρὶ καὶ ... Πάτερ ἡμῶν, ὁ ἐν
τοῖς οὐρανοῖς,... Ὁ Ἱερεύς: Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία … Ὁ Χορός: ̉Αμήν.
Εἶτα τὸΑπολυτίκιον. Ἦχος πλ. αʹ. Τὸν συνάναρχον λόγον.
Ω ῾ς ὡραίοι οἱ πόδες σου οἱ ζηλώσαντες* ἀκολουθῆσαι ταῖς τρίβοις τῶν ἀποστόλων
Χριστοῦ,* Νίνα, σκεῦος Παρακλήτου παμφαέστατον˙* ὅθεν τιμῶντες σὲ πιστῶς,*
Γεωργίας φρυκτωρὲ φωτόλαμπρε,* σὲ αἰτοῦμεν* ἡμῶν τὰ σκότη λιταὶς σου τῆς
ἀγνωσίας* πόῤῥῳ σκέδασον.
῾Ο ῾Ιερεύς: Ελέησον ἡμᾶς ὁ Θεός… καὶ μνημονεύει τὰ ὀνόματα, ὑπὲρ ὧν τελεῖται ἡ
Παράκλησις καὶ ποιεῖ μικρὰν ἀπόλυσιν.
Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε …
῾Ο Χορός: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰώνας τῶν αἰώνων. Αμήν. Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον.
Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνας,* Νίνα, πιστῶν
χαρμονή,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,*
εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη, Γεωργίας τὸ κλέος*
ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν Ορθοδόξων καταφύγιον.
῏Ηχος πλ. δ´.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
῏Ηχος β´.
Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν
σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* ΚύριεΙησοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ
σῶσον ἡμᾶς.
̉Αμήν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου