Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 24 Μαρτίου 2024

ΘΗΚΑΡΑ ΜΟΝΆΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14 ΑΙΩΝΑ, ΠΡΟΣΕΥΧΉ ΣΤΟΝ ΕΣΠΕΡΙΝΌ!


ΕΣΠΕΡΙΝΟΣ



Αρξάμενος ψάλλειν τὸν Ἑσπερινόν, λέγε πρῶτον· Βασιλεῦ οὐράνιε, τὸ Τρισάγιο,
τὸ Κύριε ἐλέησον (ιβ'). Δόξα. Καὶ νῦν.

Εἶτα τὴν Εὐχὴν ταύτην
Δός μοι χάριν ἐν λόγῳ καὶ λόγον ἐν χάριτι· ὁ τῆς χάρριτος παροχεὺς καὶ τοῦ λόγου δοτήρ, ἀκατάληπτε Κύριε.
Φώτισον μου τὸν νοῦν καὶ συνέτισόν μου τὴν καρδίαν καὶ εὐλόγησόν μου τὴν ψυχήν.
Καθαρόν μου τὰ χείλη καὶ ἁγίασόν μου τὴν γλῶτταν.
Ἐλέησόν μου τὴν τόλμαν καὶ ἀγαθυνόν μου τὴν συνείδησιν, ὅπως τοῖς ἀρρήτοις σου θαρρήσας ὁ τάλας οἰκτιρμοῖς, μετ᾿ εὐφροσύνης εὐλογήσω καὶ αἰνέσω τὴν ἀπειράγαθον βασιλείαν σου.
Ὅτι παρὰ σοῦ πᾶσα σοφία καὶ σύνεσις, καὶ νόημα χρηστὸν καὶ ῥῆμα καὶ φώτισμα· καὶ σὺ μόνος χορηγὸς ὁ Θεὸς ἁπασῶν τῶν χαρίτων, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος,
καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Εἶτα Δεῦτε προσκυνήσωμεν (γ΄)· ἔπειτα τὸ
Προοίμιον τοῦ Ὕμνου εἰς τὸν Ἑσπερινὸν
και ευλόγει ἡ ψυχή μου τον Κύριον, καὶ μὴ ἐπιλανθάνου
πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.


Εἰς τὸν Ἑσπερινὸν
Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
Εὐλογήσω σε Κύριε ἡ ἰσχύς μου, τὸ κραταίωμά μου, ἡ καταφυγή μου, ὁ ῥύστης μου.
Ὕμνος εἰς τὸν Ἑσπερινὸν

Εὐλογητὸς εἶ μόνε ἀγαθέ, ἀκατάληπτε, ἀκατανόητε,
ἀνεξερεύνητε τρισάγιε Κύριε Παντοκράτορ· ὁ τῷ μεγάλῳ σου ἐλέει ἀγαγὼν ἡμᾶς καὶ εἰς τὴν παροῦσαν ὥραν, καὶ ἐπὶ
τὴν ὀφειλομένην σοι ἐν ταύτῃ δοξολογίαν προσκαλεσάμενος· ὁ ἐμβάλλων εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως τοῦ
ἀνυμνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· ὁ διὰ τῶν μεγαλουργημάτων τῆς σῆς δημιουργίας ὑποδείξας
ἡμῖν τὴν ἀνέκφραστόν σου καὶ ἄπειρον δύναμιν.
Εὐλογητὸς εἶ Κύριε· ὁ τοῖς νοοῦσι τὲ καὶ νοουμένοις,
τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν· ὁ τὴν
ἄπειρον καὶ μεγαλοφυῆ τοῦ παντὸς διακόσμησιν, εὔληπτον,
δι' ὧν ἡμῖν ἐνέθηκας μικροτάτων ὀφθαλμῶν ποιησάμενος·
ὁ χαρισάμενος ἡμῖν διάνοιαν ἐκ τῶν εὐτελεστάτων τῆς κτίσεως τὴν μεγάλην σου σοφίαν κατανοεῖν καὶ θαυμάζειν, εἰ
καὶ μὴ ἀξίως θαυμάζομεν· καὶ ἐν μικροῖς λόγοις τὰ μεγάλα σταθμίζεσθαι.
Εὐλογητὸς εἶ Κύριε· ὁ θαυμαστὸς ἐπὶ τῇ τῶν ἐναντίων
φύσεων συμφυΐα, παγίως τε καὶ καλῶς ἐχόντων πρὸς ἄλληλα, εἰς ἑνὸς κόσμου περιοχὴν καὶ συμπλήρωσιν· ὁ τὴν ἰδίαν ἑκάστου οὐσίαν ἀμιγῆ καὶ ἀσύμφυρτον ἀπὸ τῶν
ἄλλων διορίζων, καὶ πάντα ἐφ᾽ ἑαυτῶν ἀμετάβλητα καὶ ἀρρεπῆ πρὸς τὰ χείρω διαφυλάττων· ὁ ὁδηγῶν ἀγαθοπρεπῶς καὶ διθύνων τὴν σύμπασαν κτίσιν σου, σοφίζων τε
ἅμα καὶ παρακαλῶν καὶ ἀγαθύνων· καὶ χαρίσματα ἴδια ἑκάστῃ φύσει ἀεὶ δωρούμενος.


Διαδοχή


Κατὰ τὸν χρόνον τῆς ἡμέρας τῇ θεωρίᾳ τῆς ἐν τῇ κτίσει δημιουργίας σου ἐπεντρυφήσαντες Κύριε, καὶ δι᾿ αὐτῆς
σὲ τὸν γενεσιουργὸν τῶν ἁπάντων, καὶ τῶν ὑπερφυῶν θαυμάτων ποιητὴν ὑπερεκπλαγέντες καὶ ὑπερδοξάσαντες, καὶ
νῦν ἐν τῷ τέλει ταύτης, αἴνεσίν σοι προσάγομεν. Ἀλλὰ
ποῖος νοῦς καὶ ποία γλῶσσα πρὸς εὐφημίαν ἰσχύσει τῆς
ἀφράστου δόξης τῆς βασιλείας σου ἀπερινόητε Δέσποτα, ὁ
τῶν ἁπάντων ποιητὴς καὶ Θεός;
Τριαδικὸν
Ὁ ἐν τρισὶ προσώποις μοναδικῶς ἀνυμνούμενος, ὁμοούσιε καὶ ἰσουργὲ κατὰ βούλησιν·
Ἐν τρισὶν ἡλίοις μία φωτὸς αἴγλη·
Σύμμορφε Τριὰς καὶ μονὰς τρισυπόστατε· δύναμις,
ἕνωσις, ὕπαρξις· ἄναρχε, ὑπερούσιε καὶ ἀνέκφραστε.


Στιγμὴ πρώτη.
(Ἐκ τῶν Χρυσοστόμου, Βασιλείου καὶ Διονυσίου)


Εὐλογημένον τὸ κράτος τῆς βασιλείας σου καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον· ὁ νέφεσιν ἀμφιεννύς σπαργάνων δίκην τὴν ἄβυσσον, ἀνυπόστατον ποιήσας αὐτὴν καὶ
ἀπύθμαντον· ποῦ γὰρ στῆναι ὅλως μὴ ἔχουσα, πρὸς σὲ μόνον ἀεὶ ἀναστρεφομένη νηπιωδῶς ἐφορᾷ, δι᾿ οὗ παρήχθη
καὶ φέρεται· ὁ τὴν γῆν, τὸ οὕτω βαρὺ σῶμα, τὴν τοσοῦτον
βάρος τῶν ὀρέων ἐπὶ τῶν οἰκείων νώτων φέρουσαν, ἐπὶ τῶν ὑδάτων θεμελιώσας· ὁ ἑνὶ ῥήματι πρὸς τοσούτων σπερμάτων καὶ φυτῶν βλάστην τὴν γῆν διεγείρας τὸν ἀνθρώπινον λογισμὸν ὑπερβαίνουσαν.
Εὐλογημένον τὸ κράτος τῆς βασιλείας σου καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον· ὁ σύμμετρον τῷ ἡλίῳ ἐνθεὶς
τὴν θερμότητα· ὡς μήτε δι᾽ ὑπερβολὴν καταφλέγειν τὴν γῆν, μήτε δι᾽ ἔλλειψιν κατεψυγμένην αὐτὴν καὶ ἄγονον και
ταλείπειν· ὁ αὐξήσεις καὶ μειώσεις τῇ σελήνῃ ἐνθείς, καὶ
τὰς περιόδους αὐτῆς εἰς σημεῖα καιρῶν ἀλλοιοῦσθαι διαταξάμενος· ὁ κιρνῶν· ταῖς ὥραις τοὺς καιροὺς τοῦ ἐνιαυτοῦ· ὡς μήποτε τῇ ἐναλλάξει τὸ μέτρον αὐτῶν ἐν μιᾷ
στιγμῇ δύνασθαι παρελθεῖν ἢ ἐλλεῖπον ἢ περιττεῦον.
Εὐλογημένον τὸ κράτος τῆς βασιλείας σου καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον· ὁ κτίσας ἐκ μὴ ὄντων τὰ σύμπαντα καὶ μέτρα πᾶσιν ὁροθετῶν, καὶ τὰ πάντα μόνῳ νεύματι φέρων· ὁ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ὡς ἐν εἰκόνα τῇ θείᾳ σου προγνώσει θεασάμενος, πρὶν ἀγγέλους γενέσθαι καὶ πᾶσαν ἄλλην ὑπερκόσμιον ὕπαρξιν, καὶ ἕκαστον
προορίσας κατὰ τὸν ἴδιον καὶ πρέποντα καιρὸν καὶ τόπον· ὁ ἐν πᾶσιν αἰνούμενος καὶ διὰ πάντων δοξαζόμενος, καὶ διὰ πάντα φρικτῶς ὑπερθαυμαζόμενος.

Δεν υπάρχουν σχόλια: