Οσιος Νικηφόρος ὁ λεπρός
(4 Ιανουαρίου)
῾Ο ῞Οσιος Νικηφόρος ὁ Λεπρὸς, κατὰ κόσμον Νικόλαος Τζανακάκης, εἶναι ἅγιος τῆς
Εκκλησίας μας. Γεννήθηκε στὸ χωριὸ Σηρικάρι τοῦ Νομοῦ Χανίων στὰ τέλη τοῦ 19ου ἤ
ἀρχὲς 20οῦ αἰ. Σὲ μικρὴ ἠλικία προσβλήθηκε ἀπὸ τὴ λέπρα. Κατέφυγε στὴν
Αλεξάνδρεια τῆς Αἰγύπτου κι ἀπὸ ἐκεῖ, μὲ τὴν προτροπὴ ἱερέων τῆς ἑλληνικῆς
κοινότητας πῆγε στὸ λεπροκομεῖο τῆς Χίου ὅπου γνώρισε τὸν Γέροντα ῎Ανθιμο, ἱδρυτὴ
καὶ πνευματικὸ τῆς Ἱ. Μ. Παναγίας Βοηθείας τῆς Χίου καὶ ἐφημέριο τοῦ λωβοκομείου ὁ ὁποῖος τὸν ἔκανε μοναχὸ μὲ τὸ ὄνομα Νικηφόρος. ῾Ο εὐλογημένος Νικηφόρος ζοῦσε
τὴν μοναχικὴ ζωὴ μὲ αὐστηρὴ ἄσκηση καὶ τελεία ὑπακοή. ῞Οταν τὸ λωβοκομεῖο τῆς
Χίου ἔκλεισε, τὸ 1959, μεταφέρθηκε στὸνΑντιλεπρικὸ ΣταθμὸΑθηνῶν ὅπου ἔζησε τὴν
ὑπόλοιπη ζωὴ του. ̉Εκεῖ ζοῦσε κι ὁ ὅσιος Εὐμένιος, ὁ ὁποῖος εἶχε κι αὐτὸς προσβληθεῖ
ἀπὸ τὴν νόσο τοῦ Χάνσεν, ἀλλὰ θεραπεύτικε. ῾Ο ὅσιος Εὐμένιος ἀνέλαβε νὰ
ὑπηρετήσει τὸν μοναχὸ Νικηφόρο καθῶς καὶ τοὺς ἄλλος ἀσθενεῖς.
῾Ο ὅσιος Νικηφόρος ἀπεβίωσε στὶς 4Ιανουαρίου 1964. ῎Εκανε πολλά θαύματα ἐν
ζωῇ καὶ μετὰ θάνατον. ῾Αγιοκατατάχθηκε ἀπὸ τὸ Οἰκουμενικὸ Πατριαρχεῖο τὸ 2012 καὶ ἡ μνήμη του τιμᾶται στὶς 4 Ιανουαρίου.
Παρακλητικὸς Κανὼν εἰς τὸν ῞Οσιον Νικηφόρον τὸν Λεπρόν
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὅ τὸ Θεὸς Κύριος (τετράκις)
καὶ τὰ ἑξής:
Ἦχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τ ὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶνΟρθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν*
ἐν κατάνύξει βοῶντες ἐκ μέσης ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχοντας,* Νικηφόρε
παμμάκαρ,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου,
θαυμαστέ,* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ… Απολυτίκιον. Ἦχος γʹ. Θείας πίστεως.
Κ ρήτης ἅγιον τέκνον ἐδείχθης* καὶ ἀκοίμητος φρουρὸς ῾Ελλάδος,* Νικηφόρε λεπρὲ
θεοδόξαστε,* σὺ ἐν τῇ νήσῳ τῆς Χίου κατέκτησας* τῶνΑγγέλων τὸ σχῆμα, τρισόλβιε,*
καὶ ἐνΑθήναις ἀρετῶν σκεῦος γέγονας* διὸ λιταῖς σου θερμῶς αἰτούμεθα* πρὸς τὸν
Σωτῆρα ἡμῶν, ἔνδοξε.
Καὶ νῦν… Θεοτόκιον.
Ο ὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ
διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ
δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος 1 .
ᾨδὴ α΄. Ἦχος πλ. δ΄ Ὺγρὰν διοδεύσας ...
Π ροσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σέ, Νικηφόρε, καὶ αἰτοῦμαι ταῖς σαῖς λιταῖς,* ἵνα
τάχος ῥυσθῶ ὁ ἀχρεῖος* ἐκ τῶν βελῶν τοῦ Βελίαρ, μακάριε.
Β ακτήρια, μύκητες καὶ ἰοὺς* ταχὺ ἀπελαύνεις, Νικηφόρε θαυματουργέ,* καὶ πᾶσι τοῖς
ποθοῦσι ὑγιείαν* λιταῖς σου παρέχει τάχως ὁ ῞Υψιστος.
Ν εότητα προστάτευσον, ἀγαθέ,* καὶ πᾶσι σὺ δίδου* ὑγιείαν τε καὶ χαρὰν* καὶ τοῖς σοι
θερμῶς πόθῳ αἰτοῦσι* ταῖς σαῖς λιταῖς* σὺ παράσχου τὰ κρείττονα.
Θεοτοκίον.
Π ανάχραντε, Δέσποινα Μαριάμ,* θερμῶς ἱκετεύω Σὲ ὁ τάλας καὶ δυσσεβὴς* μετάνοιαν
παράσχου ἱκέτῃ,* ἵνα ῥυσθῶ τοῦ πυρός τῆς κολάσεως.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος ...
Ε ργασίαν εὑρίσκεις,* θαυματουργέ ῞Αγιε* τοῖς σοι προσφεύγουσι πίστει* καὶ
ἀνακράζουσι,* βοήθει τάχος ἡμᾶς* σὺ τοῦ Χριστοῦ στρατιῶτα* καὶ τὴν ἀνεργίαν*
παῦσον δεόμεθα.
Υ῾γιείαν παρέχεις,* θαυματουργὲ ἅγιε,* τοῖς σοι καταφεύγουσι πίστει* καὶ ἀνακράζουσι*
παρακαλοῦμεν θερμῶς* σὲ Ορθοδόξων προστάτα,* Νικηφόρε πάντιμε,* φρούρει
ἱκέτας σου.
Ε κ τροχαίου ἱκέτας,* ἡμᾶς διαφύλαττε* ὡς καὶ ὑγιείαν παράσχου* σὲ ἱκετεύομεν·*
ὡσαύτως δίδου ἡμῖν,* πανοσιώτατε πᾶτερ,* ἀνεπαίσχυντα τέλη* ὡς καὶ ἀνώδυνα.
Θεοτοκίον.
Θ εοδόξαστε Κόρη,* χριστιανῶν καύχημα* μὴ ἐγκαταλείπεις ἱκέτας* χερσὶ τοῦ
δράκοντος,* ἀλλὰ παράσχου ἡμῖν* τὴν σῇ θερμῇ προστασία* καὶ πιστοὺς διάσωσον* ἐκ
τῆς κολάσεως.
Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νικηφόρε,* ὅτι πάντες δεητικῶς πρὸς σὲ
καταφεύγομεν* τὸν μέγαν τῶν Ορθοδόξων προστάτην.
Ε πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
1 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ
δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή ...
Π ρεσβείαν τὴν σὴν* αἰτοῦμεν οἱ ἀνάξιοι˙* διὸ τῶν πιστῶν* τὰ πλήθη σοι
προσφεύγουσι* καὶ θερμῶς βοῶσι σε,* Νικηφόρε, σκέπασον ἅπαντας* καὶ ἐκ τροχαίων
φύλαττε ἡμᾶς* τοὺς σοι θερμῶς ἀεὶ καταφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε, …
Τ ῶν παθῶν μου τὸν τάραχον,* λεπρὲ Νικηφόρε, τάχος κατάπαυσον* καὶ νοὸς μου τὴν
σκοτόμαιναν* ταὶς λιταὶς σου, ἔνδοξε, διάλυσον.
Τ ὰς παγίδας τοῦ ὄφεως,* λεπρὲ Νικηφόρε, ταχὺ διάλυσον* καὶ ἀξίωσον ἱκέτας σου*
σὺν Αγγέλοις ἄσωμεν τὸν Κύριον.
Τ οὺς ἰοὺς ἐξαφάνισον* καὶ τοὺς Ορθοδόξους ταχὺ προστάτευσον,* Νικηφόρε, σοῦ
δεόμεθα* ταῖς πρὸς τὸν Οἰκτίρμονα, ἐντεύξεσιν.
Θεοτοκίον.
Θ εοτόκε δεόμεθα* ἡμεῖς οἱ ἀνάξιοι γόνυ κλίνοντες* τὸν Υἰὸν Σου, καθικέτευε,* ἵνα
δωρίσει ἡμῖν μετάνοιαν.
ᾨδὴ εʹ. Φώτισον ἡμάς ...
Ε ῎ μπλησον ταχὺ* εὐφροσύνης τὴν καρδίαν μου* ταῖς πρὸς τὸν Κύριον λιταῖς σου,
λεπρὲ* Νικηφόρε, τῆς νήσου Κρήτης ἄνθος εὔοσμον.
Π αῦσον τὰς ὁρμὰς* τῶν παθῶν μου, Θεοδόξαστε,* καὶ τὴν καρδίαν μου πλήρωσον
χαρᾶς* ταῖς πρὸς τὸν Κύριον ἐντεύξεσι, Πανάριστε.
Δ ίδου σὺ χαρὰν* εὐεργέτας τοῦ ἱκέτου σου* καὶ διαφύλαττε αὐτούς, Θαυμαστέ,* ἐκ
πάσης βλάβης, Νικηφόρε θεοδόξαστε.
Θεοτοκίον.
Φ όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ
ἱκέτῃ σου, Θεονύμφευτε.
ᾨδὴ στʹ. Τὴν δέησιν ...
Τ ῶν πάντων Δημιουργὸν καὶ Κύριον* καθικέτευε δεόμεθα πάντες,* ἵνα ῥυσθῶμεν ἐξ
ὄγκων ποικίλων* καὶ πάσης ἄλλης στενώσεως, ῞Οσιε,* καὶ δίδου λιταῖς σου ἡμῖν*
ἀνεπαίσχυντα τέλη, μακάριε.
Θ ανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ
ἀχρεῖος ἱκέτης* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι* ἀξίωσον, θαυματουργέ,*
διαβεῖναι ὁ τάλας καὶ ἄθλιος.
Ε κ βλάβης τῶν φρενῶν προστάτευσον,* Νικηφόρε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ
ποικίλων παγίδων ἁπαύστως,* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθά σου
ταπεινῶς* οἱ ἀχρείοι ἱκέταις σου, εὔσημε.
Θεοτοκίον.
Π αρθένε, σὲ ἱκετεύω ὁ τάλας* μὴ μὲ παρίδῃς εἰς χείρας δαιμόνων,* ἀλλὰ
προστάτευσον τάχος ἱκέτην* καὶ ἐκ παγίδων τοῦ ὄφεως ῥῦσαι με* καὶ δίδου μοι τέλη,
῾Αγνή,* ἀνεπαίσχυντα δέομαι, Δέσποινα.
Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νικηφόρε,* ὅτι πάντες δεητικῶς πρὸς σὲ
καταφεύγομεν* τὸν μέγαν τῶν Ορθοδόξων προστάτην.
Α ῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν
τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν χριστιανῶν...
Σ ὺ προστάτης τῶν Χριστιανῶ ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τόν Λυτρωτήν
ἀμετάθετος˙* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς·* ἀλλὰ πρόφθασον,
θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν
πρεσβείαις* καὶ σπεῦσον εἰς ἱκεσίαν,* Νικηφόρε, ἰσχυρὸν* τῶν Ορθοδόξων
καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς:Εκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου (Κεφ. ια῾ 27-30), ...
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Ε ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς˙ πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου˙ καὶ
οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς
καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ
πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ῎Αρατε τὸν ζυγόν μου ἐφ̉ ὑμᾶς καὶ μάθετε ἀπ̉
ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
῾Ο γὰρ ζυγὸς μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Τ αῖς τοῦ σοῦ Ὁσίου* πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Τ αῖς τῆς Θεοτόκου* πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι …
Μ ὴ ἐγκαταλείπεις με τῶν Ορθοδόξων προστάτα* τὸν θερμῶς προστρέχοντα* καὶ
γονυκλινῶς αἰτοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* καὶ τὴν ψυχὴν
μου κατεράκωσαν πάθη δυσίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν
περικέκλεισμαι καὶ παρηγορίαν οὐκ ἔχω,* μάκαρ Νικηφόρε,* προπύργιον ἁπάντων τῶν
πιστῶν* καὶ τῆς νεότητος, ἔνδοξε,* φρουρὸς ὁ ἀκοίμητος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας ...
Τ ῶν ῾Ελλήνων προστάτης* καὶ φρουρὸς ἀκοίμητος, ἱερώτατε,* ἐδείχθης, Νικηφόρε,*
καὶ πάντων τῶν ἐν θλίψει* παραμύθιον γέγονας* διὸ ἁπαύστως πιστοί,* Χριστόν,
δοξολογοῦσι.
Μ οναστῶν σὺ τὸ κλέος* καὶ πιστῶν μέγα καύχημα, θαυματόβρυτε,* σὺ ὄντως
ἀνεδείχθης* καὶ πάντων ὁ προστάτης* διὸ πίστει βοῶμεν σοι·* σέ, Νικηφόρε λεπρέ,*
Ορθόδοξοι ὑμνοῦσι.
Τ ῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, θαυματόβρυτε,* καὶ πάντων τῶν
ποθοῦντων* υἱοὺς καὶ θυγατέρας* ἀρωγός, διὸ κράζουσι* σύ, Νικηφόρε, ταχὺ*
ἐκπλήρωσον αἰτήσεις.
Θεοτοκίον.
Π αναγία Παρθένε,*Ορθοδόξων τὸ καύχημα καὶ κραταίωμα* ἱκέτας μὴ παρίδῃς* καὶ μὴ
ἐγκαταλείπῃς,* ἵνα πάντες βοῶμεν σοι˙* Χαῖρε, Παρθένε ἁγνή,* πιστῶν ἡ βακτηρία.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα...
Τ ὸν Βασιλέα* καὶ Ποιητήν τῶν ἁπάντων* Νικηφόρε λεπρέ, σὺ δυσώπει,* ὅπως
λυτρωθῶμεν ἐκ νόσων καὶ παγίδων.
Ε ῎λαβες χάριν* παρὰ Θεοῦ θεραπεύειν* τοῦ καρκίνου τὸ πάθος ταχέως* διὸ σοι
προστρέχωμεν* πάντες, Νικηφόρε.
Π ρὸς σὲ προσφεύγω* ἀκαταπαύστως ὁ τάλας* καὶ σοῦ δέομαι πόθῳ κραυγάζων*
σκέπε τὴν ῾Ελλάδα,* θεόφρων Νικηφόρε.
Θεοτοκίον.
Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς
ψυχὰς μας ἐλπίδαν ἐμφυτεύεις.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.
Π αμμάκαρ Νικηφόρε,* δέομαι ὁ τάλας* ἐκ τοῦ σεισμοῦ τοὺς ἱκέτας σου φύλαττε* καὶ
τὰς ἰώσεις, φωσφόρε,* τάχος φυγάδευσον.
Η ῾μᾶς ὁδοιποροῦντας* μὴ ἐγκαταλείπεις* καὶ ἐξ ἐχθρῶν διαφύλαττε, πάντιμε,* ἐκ δὲ
χειρῶν τοῦ Βελίαρ* πάντας ἐξάρπασον.
Α ξίωσον ἱκέτην,* μάκαρ Νικηφόρε,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν
μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε.
Μ ετάνοιαν οὐκ ἔχω,* λεπρὲ Νικηφόρε,* διὸ σοι προστρέχω ὁ τάλας καὶ ἄθλιος,* δίδου
μοι ταύτην λιταῖς σου,* ἵνα γεραίρω σε.
Θεοτοκίον.
Ψ υχὰς κεκοιμημένων* μὴ ἐγκαταλείπεις,* ἀλλὰ Υἱὸν Σου εὐμένησον, ῎Αχραντε,* καὶ
ἐκ πυρὸς τοῦ ἀσβέστου* ταύτας διάσωσον.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια
Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ
παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν
ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Π άντας τοὺς προστρέχοντας ἐπὶ σέ,* μὴ ἐγκαταλείπεις* εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,*
ἀλλὰ ταῖς λιταῖς σου,* παμμάκαρ Νικηφόρε,* τοῦ παραδείσου κάλλη ἰδεῖν ἀξίωσον.
Κ ρήτης τέκνον ἅγιον, θαυμαστέ,* ἐδείχθης ἐσχάτως* διὸ πάντες γονυκλινῶς*
προσέρχονται ἀσμένως* πρὸ τῶν σῶν λειψάνων* καὶ πίστει ἐξαιτοῦσι* τὴν μεσιτείαν
σου.
Π άντων τῶν ῾Ελλήνων ὁ ἀρωγὸς* καὶ τῶν Ορθοδόξων ἀντιλήπτωρ καὶ βοηθὸς* καὶ
τῶν ἐν τῇ κλίνῃ* τῆς ἀσθενείας ὄντων* προστάτης καὶ θεράπων,* μάκαρ ἀνάργυρος.
Ο ῎γκους καὶ ἰώσεις παντοδοπὰς* ταχὺ ἐκδιώκεις, Νικηφόρε θαυματουργέ,* διὸ πρὸς σὲ
πίστει* προσέρχονται ἱκέται* αἱ τῶν πιστῶν χορεῖαι* Χριστὸν δοξάζοντας.
Ε ῎λαβες τὴν χάριν παρὰ Θεοῦ,* Νικηφόρε, κλέοςΟρθοδόξων χριστιανῶν* νόσους
θεραπεύειν* καὶ τοῖς πιστοῖς περέχειν* εἰρήνην καὶ γαλήνην* ὡς καὶ μετάνοιαν.
Π άντας τοὺς προστρέχοντας ἐπὶ σε* φύλαττε ἀπαύστως,* Νικηφόρε θαυματουργέ,* ἐκ
πάσης κακίας,* τροχαίου, ἀνεργίας* καὶ ἐκ χειρῶν δαιμόνων,*
μάκαρ, προστάτευσον.
Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι
πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: ῞Αγιος ὁ Θεός,... (τρίς), Δόξα Πατρὶ καὶ… Παναγία τριάς,… Κύριε ἐλέησον,
(τρίς) Δόξα Πατρὶ… Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς,... καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν ἡ
βασιλεία ….
Εἶτα τὸΑπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Κ ρήτης ἅγιον τέκνον ἐδείχθης* καὶ ἀκοίμητος φρουρὸς ῾Ελλάδος,* Νικηφόρε λεπρέ
θεοδόξαστε,* σὺ ἐν τῇ νήσῳ τῆς Χίου κατέκτησας* τῶνΑγγέλων τὸ σχῆμα, τρισόλβιε,*
καὶ ἐνΑθήναις ἀρετῶν σκεῦος γέγονας* διὸ λιταῖς σου θερμῶς αἰτούμεθα* πρὸς τὸν
Σωτῆρα ἡμῶν, ἔνδοξε.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ μικρὰΑπόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς ἱερὰς
εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου. ῏Ηχος βʹ
Δ έχου παρακλήσεις μοναστῶν,* δέχου τῶν πιστῶν ἱκεσίας* σύ, Νικηφόρε λεπρέ,*
ἄλλον γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως
φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* δίδουΟρθοδόξοις ὑγιείαν* καὶ τοὺς σοι
προσφεύγοντας πίστει* ῥῦσαι ἐκ ποικίλων ὄγκων, Θεοδόξαστε.
῏Ηχος πλ. δʹ.
Δ έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν
σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δ ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, ΚύριεΙησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
̉ Αμήν

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου