Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 3 Μαΐου 2026

Παρακλητικός Κανών εις τον Οσιον Νείλον τον Θεοφιλή. Ποίημα του κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου!!!

 


Οσιος  Νελος Θεοφιλής

 

ὅσιος Νεῖλος ὁ Θεοφιλής, Δικαῖος τῆς ἐπισκο­πῆς Σταγῶν καὶ Πρῶτος τῆς ὁμω­νύμου Σκήτεως ἔζησε κατὰ τὸν 14ο αἰώνα καὶ κατή­γετο ἀπὸ τὴν περιοχὴ τῆς Μήκανης. ῞Οταν ἦλ­θε στὶς Μετεωρίτικες σπηλι­ὲς γιὰ νὰ μονάσει μὲ λύπη διαπίστωσε ὅτι δὲν ὑπῆρχε στὴ Σκήτη Κυριακὸ γιὰ νὰ συ­γκεντρώνο­νται τὶς Κυριακὲς καὶ τὶς ἑορτὲς οἱ πατέρες, γι̉ αὐτὸ «ἀνήγειρεν ἐν τοῖς περὶ αὐτὴν σπηλαίοις ναοὺς τέσσαρας πρὸς συνα­σπι­σμὸν καὶ βοήθειαν ἑαυτοῦ καὶ πάσης τῆς Σκήτε­ως». Οἱ μο­νὲς ποὺ ἀνήγειρε εἶναι: Πα­ναγία τῆς Δούπια­νης, ῾Υπαπαντῆς, ῾Α­γίου Δημητρίου καὶ Παντο­κράτορος. ῾Ο ὅσιος ἀγάπησε τὴ νοερὰ προσευχή, τὴ νηστεία καὶ τὴ με­λέτη. Φρόντισε νὰ ὑπάρχει πά­ντοτε ἱε­ρέας στὸ Κυριακὸ τῆς σκήτεως γιὰ νὰ τελεῖται καθη­με­ρινὰ ἡ Θεία Λειτουρ­γία προκειμένου νὰ ἔχουν τὴ δυνατότητα οἱ πατέρες νά μετέχουν τοῦ ποτηρί­ου τῆς ζωῆς. Στὴν Μο­νὴ τῆς ῾Υπαπαντῆς ἤ ̉Αναλήψεως ὁ ὅσιος Νεῖ­λος εἰκονίζε­ται στὸ καθολι­κὸ της γο­νυπετὴς καὶ δεόμενος στὰ πόδια τῆς Θεοτόκου Ἐ­λε­ούσης. Τὰ τέλη του ἦταν ὁσιακὰ.

   ῞Ολοι παραδέχονται ὅτι ἡ συμβολὴ του στὴ διαμόρφωση τοῦ μετεωρικοῦ Μοναχισμοῦ καὶ ἑπομένως τοῦ πνευματι­κοῦ βίου στὴ Δυτική Θεσσαλία ἦταν καθοριστική.

 

Παρακλητικς Κανν

ες τν Οσιον Νελον τν Θεοφιλή.

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

 

Ελογήσαντος το Ιερέως, τ Κύριε εσάκουσον, μεθ̉ ὃ τ Θες Κύριος (τετράκις) κα τ ξής:

 

Ἦχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

Τὸν Θεοδόξαστον, ὑμνήσωμεν πάντες* τῶν  Μονα­ζόντων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύ­ξει κράζοντες ἐκ μέσης ψυχῆς*  ῥῦσαι τοὺς ἱκέτας σου,* Νεῖλε πνευματοφόρε,* πάσης περιστάσεως καὶ ἐκ νό­σων ποικίλων* καὶ τὸν Χριστὸν εὐμένισε, σοφέ,* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν.

 

Δόξα Πατρὶ ... πολυτκιον χος πλ. δ’.

Ταῖς τῶν δακρύων σου ῥοαῖς,* τῶν Μετεώρων τοὺς βράχους ἐγεώργησας* καὶ τοῖς ἐκ βάθους στε­ναγ­μοῖς,* εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας·* καὶ γέγονας πατήρ,* τῶν ἀσκουμένων ἐπάνω τοῖς βράχε­σι,* Νεῖλε Πατὴρ ἡμῶν Ὅσιε,* πρέσβευε Χρι­στῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἠμῶν.

 

Καὶ νῦν … Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κιν­δύ­νων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν  ἐλευθέρους;* Οὐκ  ἀ­ποστῶμεν, Δέσποινα, ἐκ σοῦ,* σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας[1]...

Προσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σε, ἀθλοφό­ρε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παρά­σχου σῷ ἱκέτῃ,* Νεῖλε, Μετεώρων δόξα καὶ καύχημα.  

 

Ταπείνωσιν, πίστιν, ὑπομονήν,* ἀγάπην, ἐλπἰ­δα* καὶ πραότητα, ἀγαθέ,* παράσχου λιταῖς σου σῷ ἱ­κέτῃ,* Νεῖλε, πιστῶν κλέος, δόξα καὶ καύχη­μα.  

 

Πιστοὺς τε καὶ κλῆρον, θαυματουργέ,* προστάτευ­σον πάντες* σοῦ δεόμεθα ταπεινῶς* ἐκ νό­σων ποικίλων καὶ παγίδων* ταῖς πρὸς τὸν Κύριον, Νεῖλε, πρεσβείες σου.

 

Θεοτοκίον.

Θεόνυμφε, κόρη τῆς Ναζαρέτ* Υἱὸν Σου καὶ Κτί­στην καὶ ἁπάντων Δημιουργόν,* ἱκέτευε πάντες ἐξαι­τοῦμεν,* ἵνα πυρὸς τοῦ ἀσβέστου ἐκφύγωμεν.

 

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος...

῾Ικετῶν σου τὰ τέκνα,* θαυματουργὲ ῞Οσιε,* μή ἐ­γκαταλίπῃς εἰς χείρας* τοῦ νοητοῦ δράκοντος,* ἀλ­λὰ παράσχου αὐτοῖς* σύ, θαυμαστέ, ὑγιείαν,* σω­φρο­σύνην καὶ πίστην,* Νεῖλε θεόζηλε.

 

Εὐεργέτην ἀνθρώπων καὶ Λυτρωτήν, ῞Οσιε,* καὶ τὸν Ποιητὴν τῶν ἁπάντων* τάχος ἱκέτευε,* ἵνα ῥυσθῶ­μεν ἡμεῖς* ἐκ τῶν ποικίλων παγίδων* τοῦ δολίου ὄ­φεως,* Νεῖλε θεόφιλε.

 

Τῶν πιστῶν τὰς αἰτήσεις* τὰς ἐκ ψυχῆς, ἔνδοξε,* προσάγεις τῷ θρόνῳ Κυρίου* καὶ τὴν ἐκπλή­ρωσιν* αὐτῶν, Πανύμνητε,* παρὰ τοῦ Πλάστου λαμ­βάνεις,* διὸ ταῖς πρεσβεῖες σου,* πάντες προστρέχο­μεν.

 

Θεοτοκίον.

̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαττε* πάντας τοὺς προστρέχοντας πίστει* τῇ προστασίᾳ Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή,* τὴν σὴν βοήθειαν πόθῳ* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε. 

 

Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, μάκαρ Νεῖ­λε,* ὅτι πάντες δεητικῶς πρὸς σ καταφεύγο­μεν* τὸν μέγαν τῶν ̉Ορθοδόξων προστάτην.

 

̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι* τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμή...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ πιστῶν καταφύγιον* ἐκτε­νῶς βο­ῶμέν σοι,* μάκαρ Νεῖλε πάντιμε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πί­στει  προσφεύγοντας.

 

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...

Σὲ ἐλπίδα καὶ ἄγκυρα* ὡς καὶ ἰατρὸν ἀνάργυρον ἔχομεν,* διὸ  πίστει  καταφεύγομεν* τῇ  εἰκόνι σου, Νεῖλε μακάριε. 

 

Μετεώρων τὸ καύχημα* καὶ τῶν ̉Ορθοδόξων τὸ κα­ταφύγιον*  ἀνεδείχθης,  Νεῖλε  ὅσιε,*  καὶ  νοσούντων ἰατρὸς ἀνάργυρος.

 

̉Αμελὴς τε καὶ ῥάθυμος* εἰμὶ ὁ ἱκέτης σου, Θεοτίμη­τε,* διὸ σπεύδω εἰς τὴν χάριν σου* ἐξαιτῶν, Νεῖλε, τὴν προστασίαν σου.

 

Θεοτοκίον.

Λυτρωτὴν καταπράϋνον,* Θεοτόκε ἄσπιλε καὶ ἀ­μόλυντε,* καὶ διάσωσον ἱκέτας Σου* ἐκ ποικί­λων θλίψεων, Πανύμνητε. 

 

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς...

Νεύσεις ἱερὰς* σὺ παράσχου μοι, πανένδοξε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ἵνα δοξά­ζω* Χριστὸν τὸν Ποιητὴν* τοῦ σύμπαντος.

 

Στήριξον ἡμᾶς* ἐν τῇ πίστει, Νεῖλε ἔνδοξε,* καὶ τε­θλιμένους παραμύθησον* τοὺς πρὸς σε πόθῳ κα­ταφεύγοντας.

 

Δέομαι θερμῶς* τὴν ψυχὴν μου διαφύλαττε* ἐκ τῶν πληγῶν τοῦ ἀρχαίου πτερνηστοῦ* καὶ σαῖς πρεσβεῖες* τοὺς ̉Ορθοδόξους προστάτευσον.

 

Θεοτοκίον.

῎Αχραντε,* θερμῶς σοι προσπίπτω ὁ ἀνάξιος* καὶ αἰτοῦμαι  προστασίαν  δαψιλήν,* ἣν  συ  παρέχεις* πᾶσι τοῖς σοι καταφεύγουσι.

 

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ...

̉Απαύστως σὲ ἀνυμνῶ, φιλόθεε,* καὶ δοξάζω μετὰ πόθου ὁ τἀλας* καὶ σοί προσπίπτω δεόμενος, Νεῖ­λε,* ἐκ τῆς καρδίας μου τάχος ἀπόπεμψον* τὴν οἴησιν τὴν μισεράν,* ἣν ὁ Κύριος, μάκαρ, βδελύσσεται.

 

Παράσχου χριστιανὰ σὺ τὰ τέλη* καὶ ἀνώδυνα ὡ­σαύ­τως, παμμάκαρ,* καὶ ἀνεπαίσχυντα, Νεῖ­λε, ἱ­κέτῃ* καὶ ὑγιείαν ἀκλόνητον, ἔνθεε,* καὶ δίδου μοι πνεῦμα Χρι­στοῦ,* μετανοίας καὶ νήψεως, ἔνδοξε.

 

Θανάτου τοῦ ἐφνιδίου ῥῦσαι με* τὸν ἀνάξιον ἱκέ­την σου, Νεῖλε,* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγίδων* τοῦ ἀρχεκάκου ἐχθροῦ τάχος διάσωσον* ὦ κλέος τῶν Χριστιανῶν* ἐκ παθῶν καὶ κινδύνων με λύ­τρωσον.

 

Θεοτοκίον.

Πανάχραντε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν, Θεομή­τωρ,* τοὺς ἀλλοδόξους ὁδήγησον δέομαι,* τοὺς δὲ Ποιμέ­νας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.

 

Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, μάκαρ Νεῖ­λε,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγο­μεν* τὸν μέγαν τῶν ̉Ορθοδόξων προστάτην.

 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώ­πησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον.  Ἦχος βʹ. Προστασία...

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος,* μὴ παρί­δης ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσόν συ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς δεομένων σοι.* Τάχυνον εἰς πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ προστάτης, σθενα­ρός,* Νεῖλε, πά­ντων τῶν τιμώντων σε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται. (δίς)

 

Στίχος: Καυχήσονται  ῞Οσιοι ἐν  δόξῃ καὶ  ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροά­σεως τοῦ ἁγίου Εὐαγγελίου …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελί­ου, τὸ ἀ­νάγνωσμα. Πρόσχωμεν. (Κεφ. στʹ 17-23) 

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

 

Τῷ καιρῷ ἐκείνῳ στη ὁ ̉Ιησοῦς π τπου πεδινο, κα χλος μαθητν ατο, κα πλθος πολ το λαο π πσης τς ᾿Ιουδαας κα Ιερουσαλμ κα τς παραλου Τρου κα Σιδνος, ο λθον κοσαι αὐ­το κα αθναι π τν νσων ατν, κα ο χλού­μενοι π πνευμτων καθρτων, κα θερα­πεο­ντο˙ κα πς χλος ζτει πτεσθαι ατο, τι δύ­ναμις παρ᾿ ατο ξρχετο κα ἰᾶτο πντας. Κα αὐ­τς πρας τος φθαλμος ατο ες τος μαθη­τς ατο λεγε˙ μακριοι ο πτωχο, τι μετρα ἐ­στν βασιλεα το Θεο˙ μακριοι ο πεινντες νν, τι χορτασθσεσθε˙ μακριοι ο κλαοντες νν, τι γελά­σετε˙ μακριο στε ταν μισσωσιν μς ο ν­θρω­ποι, κα ταν φορσωσιν μς κα νειδσωσι κα κ­βλωσι τ νομα μν ς πονηρν νεκα το υο το νθρπου. Χαίρετε ν κεν τ μρ κα σκιρτσατε˙ δο γρ μισθς μν πολς ν τ οὐ­ραν.

῾Ο Χορός: Δὀξα σοι, Κύριε, δόξα σοι.

 

Δόξα Πατρὶ …

Ταῖς τοῦ Ἀθλοφόρου,* πρεσβείαις, Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἑξά­λει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τὸ ἀνόμημά μου.

 

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλείπῃς με* σὺ τοῦ Χριστοῦ στρατιώ­τα,* Νεῖλε πανσεβάσμιε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέ­του σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι,* ἀρ­χεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτη­μαι,* οὐδὲ καταφύγιον, ῞Οσιε,* πάντοθεν πολεμούμε­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος μονα­ζόντων καὶ δόξα Μετεώρων, θαυμαστέ, * μὴ μου πα­ρίδῃς τὴν δέησιν, * τὸ συμφέρον ποίησον.

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς…

῾Ο Χορός:  ̉Αμήν.

 

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

 

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Τῶν δαιμόνων τὰ πλήθη* ἀπελαύνεις ταχέως, Νεῖ­λε ἀήττητε,* καὶ θελοντας σωθῆναι* μετάνοιαν πα­ρέχεις* διὸ πάντες κραυγάζομεν˙* Χαῖρε, πιστῶν ὁ φρουρὸς* καὶ Μετεώρων δόξα.

 

Θησαυρὸς ἀνεδείχθης* Μετεώρων καὶ καύχημα, πνευματέμφορε,* καὶ πάντων τῶν ῾Ελλήνων* καὶ τῶν ̉Ορθοδόξων* ἰατρὸς ὁ ἀνάργυρος* διὸ πρὸς σε οἱ πιστοὶ* προσέρχονται ἀσμένως.

 

 ̉Ιατρὸς ἀνεδείχθης* λοιμωδῶν νοσημάτων, Νεῖλε θεόφιλε,* διὸ πιστῶν τὰ πλήθη* προσέρχονται ἀ­σμένως* καὶ αἰνοῦσι σε ᾄδοντας˙* Χαῖρε, πιστῶν  χαρμονή* καὶ δόξα τῶν  ̉Αγγέλων.

 

Θεοτοκίον.

Μοναζόντων κατέστης* ἀρωγὸς καὶ προστάτης, Θεομακάριστε,* διὸ σε ἀνυμνοῦσι καὶ σε δοξολο­γοῦσι*  καὶ  προσπίπτοντας  ᾄδουσι˙* Χαῖρε, Παρ­θένε ἁγνή,* πιστῶν η βακτηρία. 

 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα...

Τὸν Βασιλέα* σὺ καθικέτευε πάντες* σοῦ δεόμε­θα, Νεῖλε ἀθλοφόρε,* ὅπως καταπαύσῃ* τὴν τοῦ πυ­ρὸς μανίαν.

 

Τὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς,  μυροβόλε, * ὁ Δε­σπότης  τῶν  ὅλων  ἀπελαύνει*  καὶ πιστοῖς παρέ­χει* ταχέως ἐργασίαν. 

 

Τὴν νεολαίαν* ἐξ ἐθισμῶν καὶ τῆς πλάνης* διαφύ­λαττε, Νεῖλε, αἰτοῦμεν* καὶ ὁδήγησέ την* εἰς τὰς αὐλὰς τοῦ Κτίστου.

 

Θεοτοκίον.

Σέ, Θεοτόκε,* καθικετεύομεν πάντες*  ̉ Ορθοδό­ξους φύλαττε λιταῖς σου* ἐξ ἰῶν ποικίλων*  καὶ πάσης ἄλλης νόσου.

 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Πρὸς σε ἀκαταπαύστως,* Νεῖλε θεοφόρε,* τῶν  ̉Ορθοδόξων τὰ πλήθη* προσφεύγουσι* καὶ ἐξαι­τοῦσι, παμμάκαρ,* τὴν προστασίαν σου.

 

̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομο­νήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.

 

 ̉Εκ τῆς φιλαργυρίας* καὶ τῆς φλυαρίας,* Νεῖλε θεό­φρον, ἱκέτας διάσωσον* καὶ τοὺς πρὸς σε προσδρα­μόντας* παθῶν ἀπάλλαξον.

 

Θεοτοκίον.

Παρθένε Θεοτόκε,* σὲ καθικετεύω* καὶ σοι προ­σπίπτω δεόμενος, ῎Αχραντε,* τοὺς ̉ Ορθοδόξους ἐκ πλάνης* σὺ διαφύλαττε.

 

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτό­κον,* τὴν ἀειμακάριστον καὶ παναμώμη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερου­βεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σε­ρα­φείμ,*  τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,­* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

 

Οἰκιστὴς καὶ κτίτωρ, θαυματουργέ,* ἐν τοῖς Μετε­ώροις* ἀνεδείχθης πολλῶν Μονῶν˙* διὸ μοναζό­ντων χοροὶ σε ἀνυμνοῦσι* καὶ  ἐξαιτοῦσι, Νεῖλε,* τὴν προστασίαν σου.

 

Πάντας τοὺς ποθούντας ἀπό ψυχῆς* τὸν μονήρη βί­ον* ἐνδυνάμωσον, ἱερέ,* καὶ βοήθει, Νεῖλε,* τῶν μο­να­στῶν τὸ κλέος,* ὅπως καταστῶσι* ἔνσαρκοι ἄγγε­λοι.

 

Πάντων τῶν νοσούντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνά­γκαις* ἀντιλήπτωρ καὶ βοηθός,* τῶν πλεόντων, Νεῖλε,* καὶ τῶν ἐποχουμένων* προστάτης ἀνεδεί­χθης* καὶ καταφύγιον. 

 

 ̉Εκτενῶς ἱκέτευε τῷ Θεῷ* ὑπὲρ τῆς ῾Ελλάδος* εἰρη­ναίαν αὐτὴν τηρεῖν* καὶ λυτροῦσθαι πάντων* δει­νῶν τε  καὶ  κινδύνων,* Νεῖλε  Μετεωρίτα,* πιστῶν  τὸ

καύχημα.

 

Δαίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀ­γώνων* νηστειῶν τε καὶ προσευχῶν* καὶ γέγο­νας δοχεῖον* Πνεύματος ῾Αγίου* ὡς  καὶ  συμπολί­της* τοῦ Πανοικτίρμονος.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου* Ἀποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς  τὸ σω­θῆναι ἡμᾶς.

 

῾Ο Χορός: ῞Αγιος ὁ Θεός,... (τρίς). Παναγία Τριάς,... , Κύριε, ἐλέησον (τρίς), Δόξα Πατρὶ καὶ...,  Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ... ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν …  Ὁ Χορός:  ̉Α­μήν.  

 

Εἶτα τὸ  Ἀπολυτίκιον. Ἦχος πλ. δʹ.

Ταῖς τῶν δακρύων σου ῥοαῖς,* τῶν Μετεώρων τοὺς βράχους ἐγεώργησας* καὶ τοῖς ἐκ βάθους στε­ναγ­μοῖς,* εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρη­σας˙* καὶ γέγονας πατήρ,* τῶν ἀσκουμένων ἐπάνω τοῖς βράχε­σι,* Νεῖλε Πατὴρ ἡμῶν ῞Οσιε,* πρέσβευε Χρι­στῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

῾Ο ῾Ιερεύς: ̉ Ελέησον ἡμᾶς ὁ Θεός … καὶ μνημονεύει τὰ όνόματα, ὑπὲρ ὧν τελεῖται ἡ Παράκλησις καὶ ποιεῖ μικρὰν ἀπόλυσιν.

 

῾Ο Χορός: Δόξα Πατρὶ καὶ Υἱῷ … Καὶ νῦν καὶ ἀεὶ … Κύριε, ἐλέησον (τρίς) Πάτερ, ἅγιε εὐλόγησον.

Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλ­λομεν:

 

῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.

Πᾶσι τοῖς προστρέχουσι πιστῶς* πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας,* Νεῖλε, πιστῶν χαρμονή,* δίδου σὺ με­τάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπεί­νωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀ­κοίμη­τον καὶ ὁδηγὸν ἀσφαλῆ.* Μάκαρ, Μετεώρων τὸ κλέ­ος* ἀ­σθενῶν ἐδείχθης  θεράπων* καὶ  τῶν  ̉Ορ­θοδόξων  καταφύγιον.

 

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ  πάσης ἀνάγκης καὶ θλί­ψεως.

 

῏Ηχος β´.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

῏Ηχος αʹ.

Τ πρεσβεία Κύριε, πάντων τν γίων* καὶ τς Θεο­τόκου* τὴν σὴν ερήνην δὸς μν* καὶ λέη­σον ἡ­μς,* ς μόνος οκτίρμων.

 

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉  εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

̉ Αμήν



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…,  Καὶ νῦν…  

Δεν υπάρχουν σχόλια: