῞Αγιος Οἰκουμένιος Αʹ
῾Ο ῞Αγιος Οἰκουμένιος καταγόταν ἀπὸ τὴν
Καππαδοκία,
γεννήθηκε ἀπό γονεῖς ἐπίσημους καί περιφανεῖς καὶ ἦταν ἀνιψιὸς τοῦ ῾Αγίου ̉Αχιλλείου Λαρίσης καὶ ἐξάδελφος τοῦ ἁγίου Ρηγίνου, ἐπισκόπου
Σκοπέλου.
̉Ακολούθησε τόν ῞Αγιο ̉Αχίλλειο
στὴ Λάρισα. ̉Αργότερα, μὲ τὴ σύμφωνη γνώμη κλήρου καὶ λαοῦ, ἐκλέχτηκε ἐπίσκοπος
Τρίκκης. Οἱ δυὸ τους, ἅγιοι ̉Αχίλλειος
καὶ Οἰκουμένιος, ἔλαβαν μέρος στὴν Αʹ Οἰκουμενικὴ Σύνοδο, ποὺ συνῆλθε τὸ 325
μ. Χ. στὴ Νίκαια τῆς Βιθυνίας, ὅπου καὶ θαυματούργησαν εἰς ἀπόδειξη τῆς
ὀρθῆς πίστεως (λίθος ἀνέβλυσε νερό).
῾Ο ῞Αγιος ἀγαποῦσε τὴν ἡσυχία καὶ τὴν προσευχή καὶ γι̉ αὐτὸ ἀποσύρονταν
στὸ ἀσκητήριο
του τὸ ὁποῖο βρίσκεται ὀκτὼ χιλιόμετρα βορείως τῶν Τρικάλων, στὸ χωριό Χαϊδεμένη.
Κατὰ τὸν 14ο αἰ. μ. Χ., τὸ ἀσκητήριό του λεγόταν «Καταφύγιον» ἐνῶ σήμερα εἶναι
γνωστό σὰν «Καταφεῖδι».
῾Ο ῞Αγιος κοιμήθηκε πλήρης ἡμερῶν
καὶ ἀναδείχτηκε θαυματουργός. Τὰ
τίμια λείψανά του φυλάσσονταν σὲ λάρνακα στὸν ναὸ τοῦ ̉Αρχαγγέλου Μιχαήλ, ποὺ βρισκόταν μέσα στὸ
φρούριο τῶν Τρικάλων.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Αγιον Οἰκουμένιον Αʹ ̉ Επίσκοπον
Τρίκκης
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος
τοῦ ῾Ιερέως,
τὸ Κύριε εἰσάκουσον,
μεθ̉ ὃ τὸ Θεὸς Κύριος
(τετράκις)
καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τῷ ῾Ιεράρχῃ ἐκτενῶς νῦν προσδράμωμεν* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν μετανοίᾳ,
κράζοντες αὐτῷ ταπεινῶς˙* ῞Αγιε, σπλαχνήσθητι καὶ βοήθησον πάντας˙* σπεῦσον ἀπολλύμεθα
ὑπὸ πλήθους πταισμάτων˙* μὴ ἀποστρέψῃς ἱκέτας κενούς˙* Σὲ γὰρ προστάτην ἀκοίμητον
ἔχομεν.
Δόξα Πατρὶ... ̉ Απολυτίκιον. Ἦχος γʹ. Θείας πίστεως.
Τρίκκης κλέϊσμα καὶ φωτοδότης* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθης,*
̉Αρχιθύτα Οἰκουμένιε ἔνδοξε,* σὺ ἐν τῇ Πρώτῃ Συνόδῳ κατέδειξας* τὰ τοῦ ̉Αρείου διδάγματα βλάσφημα.* Μάκαρ ὅσιε,* τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ νῦν ...
Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ
ἀνάξιοι·* εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων
κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ
σοῦ·* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ
Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ
αʹ. Ἦχος πλ. δʹ Ὑγρὰν διοδεύσας…
Πολλοῖς συνεχόμενος πειρασμοῖς,* πρὸς Σὲ καταφεύγω,*
Οἰκουμένιε θαυμαστέ,* καὶ δέομαι πόθῳ ὁ ἀχρεῖος* τὴν σὴν βοήθειαν ταχέως παράσχου
μοι.
̉Αφρόνως ἐβίωσα ἀληθῶς*
διὸ καὶ στενάζω ὑπὸ τύψεων ἰσχυρῶν˙* σοί, μάκαρ, προσπίπτω ὁ ἀχρεῖος* καὶ ἐξαιτοῦμαι
τὴν σκέπην σου, ὅσιε.
Τὰ πάθη ἐμόλυναν πολλαπλῶς* ψυχὴν μου καὶ σῶμα,*
Οἰκουμένιε θαυμαστέ˙* διὸ σοι προστρέχω ἀνακράζων˙* ἐκ τούτων τάχος με ρῦσαι,
τρισόλβιε.
Θεοτοκίον.
Νεότητα Μῆτερ τοῦ Λυτρωτοῦ,* προστάτευσον τάχος,*
ἐκ κινδύνων καὶ ἐθισμῶν,* καὶ ἐκ χειρῶν ἀνθρώπων δολίων,* Σὺ διαφύλαξον
πά-ντας, Πανύμνητε.
ᾨδὴ γʹ.
Οὐρανίας ἁψῖδος…
῾Ικετεύομεν πάντες, τὸν Πλαστουργὸν Κύριον,* καὶ τὸν Ποιητὴν
τῶν ἁπάντων* σὺ ἐξευμένισον,* ἵνα σωθῶμεν ἡμεῖς* ἐκ
τῶν ποικίλων παγίδων* τοῦ δολίου δράκοντος, ὦ Οἰκουμένιε.
Σὺ ἰάσεις παρέχεις, θαυματουργὲ ὅσιε,* ἡμῖν τοῖς πιστῶς
δεομένοις* καὶ ἀνακράζουσι˙* σπεῦσον καὶ σῶσον ἡμᾶς* ἐκ τῶν δεινῶν νοσημάτων*
καὶ ἐξ ὄγκων, ῞Αγιε, πάντας ἀπάλλαξον.
Τῶν Τρικκαίων τὴν πόλιν* ἐκ τοῦ σεισμοῦ φύλαξον* καὶ ἀπὸ ἐχθρῶν
ἀλλοφύλων ταύτην διάσωσον˙* τοὺς δὲ κατοίκους αὐτῆς* ἐξ αἰφνιδίου θανάτου,*
μάκαρ Οἰκουμένιε, πάντας προστάτευσον.
῾Ραθυμίας κατέστην,* ἐργάτης ὁ ἄθλιος,* διὸ πρὸς
Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον ταχύ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,*
καὶ Υἱὸν Σου, ῎Αχραντε, Σὺ ἐξευμένισον.
Διάσωσον* ἀπὸ τῆς πλάνης τὰ τέκνα σου, ῾Ιεράρχα,* ὅτι
πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
̉Επίβλεψον ἐν εὐμενεία,
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς
μου τὸ ἄλγος.
Εἶτα Δέησις
ὑπὸ τοῦ ῾Ιερέως καί τὸ Κάθισμα.
Ἦχος βʹ. Πρεσβεία θερμὴ...
Σὺ Πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον˙* ἐλέους πηγὴ*
καὶ πάντων καταφύγιον˙* ἐκτενῶς βοῶμεν Σοί,* Οἰκουμένιε μάκαρ, πρόφθασον˙* καὶ
ἐκ κινδύνων φύλαττε ἡμᾶς˙* τοὺς πόθῳ καὶ πίστει σοι προσφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
Τοῦ νοὸς μου τὴν ἔπαρσιν* Τρίκκης Οἰκουμένιε, τάχος
κοίμησον* καὶ τὰ πάθη μου θεράπευσον*
̉Αρχιθύτα, πάντων καταφύγιον.
Οἱ ἐλπίδα καὶ στήριγμα* καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,*
σὲ κατέχοντες ̉Ορθόδοξοι,* δυσχερείας
πάσης ἐκλυτρούμεθα.
Τὴν χαρὰν τὴν οὐράνιον* μὴ στερήσῃς, πάτερ, ἀπὸ τοὺς
δούλους σου* καὶ τὰ νέφη τὰ σκοτίζοντα* τὰς ψυχὰς μας τάχως σὺ διάλυσον.
Θεοτοκίον.
Παρθένε θεόνυμφε,* τὸν υἱὸν σου σκέπε καὶ διαφύλαττε* καὶ
τὸ στόμα μου διάνοιξον,* τοῦ δοξάζειν
Σε, Θεοκοινώνητε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Φύλαττε ἀεὶ* ἐκ κινδύνων, Οἰκουμένιε,* τοὺς σοὶ
προσφεύγοντας, θεόφρον, θερμῶς* καὶ σῶσον
ἅπαντας ἐκ πλάνης, ἀκατάβλητε.
Κλαίω καὶ θρηνῶ,* Οἰκουμένιε μακάριε,* ἐρευνῶν
τὰς τοῦ βίου πράξεις, σεμνέ,* διὸ σὺ προσφεύγω ὁ τάλας, Θεοδόξαστε.
Λῦσον τὴν ἀχλὺν* τῶν πταισμάτων μου, θεόφιλε,*
τῷ φωτισμῷ τῆς σῆς καθαρότητος* καὶ τὸν βίον μου ταχέως σὺ καταύγασον.
Θεοτοκίον.
̉Αχραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν παγίδων ἀρχεκάκου
ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,* ἀπαύστως Μαριάμ, προστάτευσον.
ᾨδὴ στʹ. Τὴν
δέησιν ἐκχεῶ…
Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι* καὶ φρουρόν, θαυματουργέ ῾Ιεράρχα,*
τῶν πειρασμῶν διαλύεις τὰ βέλη* καὶ τοῖς νοσοῦσι
παρέχεις τὴν ἴασιν.* Σοῦ δέομαι, ὁ δυσμενής,* ἐκ παθῶν ὀλεθρίων διάσωσον.
Θλιβόμενον παραμύθησαι, πάτερ,* ἀσθενοῦντι δώρησόν μοι ὑγείαν*
καὶ ἀδικούμενον ῥῦσαι ἱκέτην* καὶ τῆς ψυχῆς εὐμορφίαν σὺ χάρισαι* τὸν θέλοντα
διακαῶς* σωτηρίας τυχεῖν σαῖς δεήσεσι.
Τὸν νοῦν μου σὺ ἀποκάθαρον τάχος,* Οἰκουμένιε, Τρικκαίων
προστάτα* καὶ τὴν καρδίαν μου φώτισον, πάτερ,* σὺ καὶ τὸ σῶμα μου σπεῦσον καὶ ἴασαι˙*
σοῦ δέομαι γονυκλινῶς* ἐκ τῶν ματαίων φροντίδων ἀπάλλαξον.
Θεοτοκίον.
Νευρώσεις Σύ, ἀπελαύνεις, Ἄχραντε,* καὶ τὰς νόσους
θεραπεύεις Σῶν δούλων,* καὶ ταῖς ψυχαῖς ἱκετῶν Σου παρέχεις,* ἀκαταπαύστως
βοήθειαν ἔνδοξε˙* Σοῦ δέομαι ὁ δυσμενής,* τῆς ψυχῆς μου τὰ ὄμματα ἄνοιξον.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ
καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως*
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις
ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος β´.
Προστασία.
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς
τὸν Ποιητὴν ἀμετάθετος.* Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ πρόφθασον,
Θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς δεομένων σου˙* τάχυνον εἰς
πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν,* ὁ ἀντι-λήπτωρ τῶν πιστῶν,* Οἰκουμένιε μακάριε.
Καὶ εὐθὺς
τὸ Προκείμενον. Ἦχος δʹ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου
ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί
σου.
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Δόξα σοι, Κύριε,
Δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ,
καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιε-ρουσαλὴμ καὶ τῆς
παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων
αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμά-των ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς
ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
Καὶ αὐτὸς ἐπά-ρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐ-τοῦ ἔλεγε˙ μακάριοι
οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι
χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν
μισήσωσιν ὑ-μᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι
τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο Χορός: Δόξα σοι, Κύριε,
Δόξα σοι.
Δόξα Πατρὶ…
Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*
τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα…
Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.
Μὴ
ἐγκαταλείπῃς με* τῶν ̉Ορθοδόξων προστάτα* μάκαρ Οἰκουμένιε,* ἀλλὰ δέξαι δέησιν
τοῦ ἱκέτους σου˙* θλῖψις
γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,*
τῶν
δαιμόνων
τὰ
τοξεύματα,*
σκέπην
οὐ κέκτημαι,* οὐδὲ
ποῦ
προσφύγω
ὁ ἄθλιος,* πάντοθεν πολεμούμενος καὶ παντοδαπῶς χειμαζόμενος,* πάτερ
῾Ιεράρχα,* ἐλπὶς σὺ καὶ προστάτης τῶν πιστῶν* μὴ παραβλέψῃς ἱκέτην σου* τὸν πρὸς
σὲ προστρέχοντα.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον
(δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉ Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς
τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
῾Η εἰκών σου ἐδείχθη ἰατρεῖον ἀδάπανον, Οἰκουμένιε,*
θεόφρων ῾Ιεράρχα* καὶ Τρίκκης ποιμενάρχα* διὸ πάντες κραυγάζομεν˙* ῾Ο τῶν Πατέρων ἡμῶν,* Θεός, εὐλογητὸς εἶ.
Τῶν ψυχῶν ἡμῶν ἔλκη,* Οἰκουμένιε, τάχος θεράπευσον* καὶ
δίδου σοῡ ἱκέτας* τὴν μνήμην τοῦ θανάτου,* ἵνα πόθῳ βοῶμεν σοι˙* ῾Ο τῶν
Πατέρων ἡμῶν,* Θεός, εὐλογητὸς εἶ.
Χαλινὸν συ τῆς γλώσσης* καὶ καιρὸν μετανοίας παράσχου, ῞Οσιε,*
ἐμοὶ τῷ τρισαθλίῳ* τῷ πόθῳ σοι ἐλθόντι* καὶ ἐν πίστει κραυγάζοντι˙* ῾Ο τῶν Πατέρων
ἡμῶν,* Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Μὴ παρίδῃς ἱκέτας,* Θεοδόξαστε κόρη, πιστῶν τὸ καύχημα,* ἀλλὰ
ταῖς εὐχαῖς Σου,* ἐκ νόσου τοῦ καρκίνου,* πάντας, Μῆτερ, διάσωσον,* ἵνα ὑμνῶμεν
θερμῶς,* τὸν Λόγον Θεοτόκε.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τὸν ῾Ιεράρχην,* τῆς τοῦ Χριστοῦ ἐκκλησίας* στρατιαὶ
̉Ορθοδόξων ὑμνεῖτε* καὶ δοξολογεῖτε* εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς προσελθόντας* ἐν τῷ σεπτῷ σου τεμένι,* μὴ παρίδῃς,
σοφὲ ῾Ιεράρχα,* καὶ ἐκ τῶν
κινδύνων* ἀπάλλαξον ἱκέτας.
Σὴν μεσιτείαν* οἱ ἐν τῇ Τρίκκῃ οἰκοῦντες,* Οἰκουμένιε,
πόθῳ ἐξαιτοῦμεν,* ἵνα λυτρωθῶμεν* πυρὸς τοῦ αἰωνίου.
Θεοτοκίον.
῾Ελλήνων Κόρη,* καταφυγὴ ἀνεδείχθης,* καὶ ἀκοίμητος πάντων
προστάτης˙* διό, Θεοτόκε,* ἀπαύστως Σὲ ὑμνοῦμεν.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
Θεόφρων ῾Ιεράρχα,* σοὶ ἀκαταπαύστως* τῶν ̉Ορθοδόξων τὰ πλήθη κραυγάζουσι,* ἐκ τῶν αἰρέσεων
πλάνας* πάντας προφύλαττε.
Μὴ παύσῃς, Θεοφόρε,* σὲ καθικετεύω* φρου-ρεῖν ἀπαύστως ῾Ελλάδαν
καὶ πόλιν σου* καὶ τὴν ̉Ορθόδοξον
πίστιν* τάχος ἐξάπλωσον.
̉Ορθόδοξοι ὑμνοῦσιν*
καὶ δοξολογοῦσιν* ἀπαύστως σόν, Οἰκουμένιε, ὄνομα* καὶ τῇ σεπτῇ σου εἰκόνι*
πόθῳ προσπίπτουσι.
Θεοτοκίον.
̉Ι λέωσαι Υἱὸν Σου,*
Κεχαριτωμένη,* τὸν ἐπ̉ ἐμοὶ ὀργισθέντα
δικαίως ῾Αγνή,* καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου,*
τάχος μὲ λύτρωσε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
Α
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,*
μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν*
ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως*
Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Χαίροις, Οἰκουμένιε θαυμαστέ,* οἰκουμένης κλέος καὶ ῾Ελλήνων καταφυγή.*
Χαίροις, τοῦ ̉Αρείου πολέμιος ἀνδρεῖος*
καὶ τῆς
̉Ορθοδοξί-ας,* πατὴρ τρισμέγιστος.
Τῆς Καππαδοκίας μέγας βλαστὸς* καὶ τῆς Θετ-ταλίας ἀντιλήπτωρ
καὶ βοηθός.* Τῶν Τρικκαίων, μάκαρ, ἐδείχθης Ποιμενάρχης* καὶ πάντων τῶν δογμάτων
φρουρὸς ἀκοίμητος.
Φύλαττε τὴν Τρίκκην, θαυματουργέ,* καὶ τὴν Θετταλίαν ἀπὸ
πάσης ἐπιβουλῆς* καὶ τοὺς ̉Ορθοδόξους διάσωσον
ἐκ λοίμης* τοὺς πόθῳ
προσιόντας* πρὸ τῆς εἰκόνος σου.
῎Εχουσι ̉Ορθόδοξοι ἀληθῶς* σέ, ὦ ῾Ιεράρχα, ὡς προστάτην καὶ
ἀρωγόν,* διὸ σοι προσέρχονται πάντες,
̉Αρχιθύτα,* καὶ πόθω ἐξαιτοῦσιν τὴν μεσιτείαν σου.
Χ
Χαίροις, τῶν Τρικκαίων ὁ ἀρωγὸς* καὶ τῶν ἐν ἀνάγκαις, Οἰκουμένιε,
βοηθός.* Χαίροις, τῆς πατρίδος ἡμῶν μέγας προστάτης* καὶ τῶν νο-σοῦντων,
μάκαρ,* θεράπων ἄριστος.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*
̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν*
εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορὸς:
Τρισάγιον, Δόξα Πατρὶ ... Παναγία τριάς,... Κύριε ἐλέησον (τρίς), Δόξα Πατρὶ ..., Πάτερ ἡμῶν... Ὁ Ἱερεύς: ῞Οτι Σοῦ ἐστιν …, Ὁ Χορός: ̉Αμήν.
Καὶ τὸ ̉̉̉Απολυτίκιον.
Ἦχος γʹ. Θείας πίστεως.
Τρίκκης κλέϊσμα καὶ φωτοδότης* καὶ ἀκοίμητος
φρουρὸς ἐδείχθης,* ̉Αρχιθύτα Οἰκουμένιε ἔνδοξε,*
σὺ ἐν τῇ Πρώτῃ Συνόδῳ κατέδειξας* τὰ τοῦ
̉Αρείου διδάγματα βλάσφημα.* Μάκαρ ὅσιε,* τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.
῾Ο ῾Ιερεύς:
̉Ελέησον ἡμᾶς ὁ Θεὸς … καὶ μνημονεύει τὰ
όνόματα ὑπὲρ ὧν τελεῖται ἡ Παράκλησις καὶ ποιεῖ μοκρᾶν ἀπόλυσιν, Δόξα
σοι Χριστὲ ὁ Θεὸς …
῾Ο
Χορός: Δόξα Πατρὶ … Καὶ νῦν … Κύριε, ἐλέησον (τρίς)
Πάτερ, ἅγιε εὐλόγησον.
Τῶν
πιστῶν ἀσπαζομένων τὰς εἰκόνας τῶν ῾Αγίων ψάλλομεν τὰ ἑξῆς:
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…
Πάντας προστατεύεις, ἀγαθέ,* τοὺς πιστῶς προσφεύγοντας
πόθῳ* τῇ κραταιᾷ σου χειρί˙* ἄλλον γὰρ οὐκ ἔχομεν* ἁμαρτωλοὶ πρὸς Θεόν,* ἐν
κινδύνοις καὶ θλίψεσιν,* ὡς μέγαν μεσίτην* οἱ κατακαμπτόμενοι ὑπὸ ποικίλων
παθῶν,* πάτερ Οἰκουμένιε, σπεῦσον* καὶ τοὺς σοὶ προσπίπτοντας ῥῦσαι* πάσης περιστάσεως*
πρεσβείαις σου.
Δέσποινα προσδεξαι,* τὰς δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἠμᾶς,* ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος βʹ.
Τὴν πάσαν ἐλπίδα μου,* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν
σκέπην σου.
Ὁ
Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων
Πατέρων ἡµῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ
Θεός, ἐλέησον ἡµᾶς.
Ὁ
Χορός: ̉ Αμήν.
[1].
Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ
ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν….

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου